Ancient Greek
Page 407
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 407
Not analysed yet
Πρῶτος δὲ Χάλεβ εἰκότως ἔτυχε κλήρου. ἑρμηνεύεται δὲ ὡς καρδία· ἔστι δὲ οὗτος ὁ πάντα προσέχων τοῖς νοήμασιν, ὁ παρὰ πάντα τὰ μέλη, οἷς ἀπετάξατο, χρηματίζων ὡς καρδία καὶ ὅλος ἀναστοιχειωθεὶς εἰς ἡγεμονικόν. Ὁ δὲ τούτου πατὴρ Ἰεφοννή· ἑρμηνεύεται δὲ <ἐπιστροφή· Χάλεβ οὖν> υἱὸς τῆς ἐπιστροφῆς. Ἔστι δὲ παίδευμα Μωυσέως καὶ δεύτερον Ἰησοῦ. Τί δέ φησιν; «Σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωυσῆν». Τίς γὰρ οἶδε τὸν νόμον ὡς Ἰησοῦς ὁ Χριστός, ὃς καὶ ἀκριβῶς ἡμῖν τοῦτον ἀνήπλωσεν; «Ἐλάλησεν δέ» φησί «Κύριος πρὸς Μωυσέα περὶ ἐμοῦ καὶ σοῦ». Προφητεύει γὰρ Μωυσῆς περί τε Ἰησοῦ καὶ τοῦ ὡς καρδία. Ὃς καί φησι