Ancient Greek · ~2 min
Page 411
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 411
Not analysed yet
Τεσσάρων δὲ ὄντων γενικῶν κλιμάτων ἐπὶ ‹τῶν ὁρίων Ἰούδα› τὰ δύο λέγων, ‹λίβα› τε καὶ ‹ἀνατολάς›, τὰ λοιπὰ σεσιώπηκε. Μετὰ γὰρ ‹τὰ Λιβυκά›, φησί, ‹τοῦ Ἰούδα τὰ ὅρια› διαδέχεται. Ἅπερ ἐστὶ πλησίον ‹τῆς Ἰδουμαίας›, ἥτις ἑρμηνεύεται γήινα, μεθ' ἃ ‹τὰ ὅρια Ἰούδα›. Φησὶ δὲ καὶ ‹ἀπὸ τῆς ἐρήμου Σίν›· ἑρμηνεύεται δὲ πειρασμοί. Μεθ' οὓς ‹Ἰούδα› κληρονομία. Καὶ ἐπὶ τῶνδε κατὰ ‹λίβα› τῆς φυλῆς ὁρίων οὐδὲν ὠνόμασται κλίμα ἄλλ' ἢ ‹λὶψ› ἢ ‹δυσμαὶ› ἢ ‹φάραγξ Αἰγύπτου›, ἵνα ταῦτα καὶ