Ancient Greek · ~2 min
Page 412
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 412
Not analysed yet
τοὺς πειρασμοὺς διαπορευθῇ τις καὶ δυνηθῇ λαβεῖν ὅρια ἐν τῇ φυλῇ τῇ βασιλικῇ, περὶ ἧς γέγραπται· «πρόδηλον γάρ, ὡς ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος». —»Καὶ προσαναβῆναι τὴν ἀνάβασιν Ἀκραβίν». Ἑρμηνεύεται δὲ σκορπίοι, ‹καθ' ὧν πατεῖν καὶ τῶν ὄφεων› ἐλάβομεν παρὰ τοῦ Χριστοῦ. ‹Ἀναβῆναι› δέ σε δεῖ, τουτέστιν ὑπεραναβῆναι τοὺς σκορπίους τοὺς πολεμοῦντας ἐν Ἰούδᾳ κληρονομῆσαι βουλόμενον. Ἰεζεκιὴλ δέ φησιν· «ὁ δὲ δίκαιος ἐν μέσῳ σκορπίων κατοικεῖ». —»Τὰ δὲ ὅρια ἕως Κάδης». Ὅπερ ἅγιον καὶ ἁγιασμὸς ἑρμηνεύεται.