Ancient Greek · ~2 min
Page 413
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 413
Not analysed yet
Ἴδωμεν δὲ καὶ τὰ ἐπὶ ‹τῶν ἀνατολικῶν ὁρίων› μυστήρια μὴ ψιλὸν νοοῦντες ὀνομάτων κατάλογον. Λέγεται τοίνυν ἐν τούτοις ‹πηγὴ Ἡλίου›, ‹πόλις Ἡλίου›, ‹πόλις γραμμάτων›, ἣν ὁ λαβὼν ἐν εὐλογίᾳ γίνεται. Ἀλλὰ τίς ἡ ἐν Ἰούδᾳ ‹τοῦ ἡλίου πηγή› καὶ ποίου ‹ἡλίου›; Δῆλον ὡς περὶ οὗ γέγραπται· «τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ ἥλιος δικαιοσύνης». Ταύτην τὴν πηγὴν χαρίζεται τοῖς μαθηταῖς, ἵνα ‹πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον› ᾖ ἐν αὐτοῖς. Ἔστι δὲ καὶ ‹πόλις ἡλίου› κατ' Αἴγυπτον τὰ ἐπιφανῆ καὶ ἔνδοξα τοῦ