Ancient Greek
Page 417
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 417
Not analysed yet
ἐκείνας τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν ἡμῖν γίνεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ. Ὅτι γὰρ ἔστι τινὰ ἐν ἡμῖν ἀόρατα καὶ πολλά γε ταῦτα, δηλώσει ὁ εἰπὼν Ψαλμός· «Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ». Ἔστιν οὖν πλῆθός τι ἐν ἡμῖν δυνάμεων κεκληρωμένων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· αἵτινες, ἐὰν ὦσιν ἅγιαι, τῆς γραφῆς ἀναγινωσκομένης ὠφελοῦνται καὶ γίνονται ἰσχυρότεραι, κἂν ‹ὁ νοῦς› ἡμῶν ‹ἄκαρπος ᾖ›, ὡς γέγραπται περὶ ‹τοῦ γλώσσῃ λαλοῦντος›, ὅτι· «Τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι». Νόει