Ancient Greek · ~3 min
Page 418
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 418
Not analysed yet
οὖν μοι, ὅτι ποτὲ ‹τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος› αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πᾶσιν ἡμῖν τρέφονται λογικῇ τῇ ἀπὸ τῶν ἱερῶν γραμμάτων καὶ τῶν ὀνομάτων τούτων τροφῇ καὶ τρεφόμεναι δυνατώτεραι γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν. Ὥσπερ δὲ αἱ κρείττους δυνάμεις οἱονεὶ κατεπᾴδονται καὶ ὠφελοῦνται καὶ γίνονται δυνατώτεραι ἀπὸ τῶν τοιούτων γραμμάτων καὶ ὀνομάτων, οὕτως αἱ ἀντικείμεναι δυνάμεις τῶν ἐν ἡμῖν οἱονεὶ καθέλκονται καὶ νικῶνται ἀπὸ τῶν τοῦ Θεοῦ ἐπῳδῶν καὶ νικώμενοι κοιμίζονται. Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα κοιμιζομένην ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ παράδειγμα λαβέτω εἰς τὴν γραφήν· ἧς ἀναγινωσκομένης καὶ μὴ νοουμένης ἐνιότε ἀκηδιᾷ