Ancient Greek
Page 421
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 421
Not analysed yet
μέρος λαμβάνει διὰ προστάγματος τοῦ Θεοῦ. Τίνα δὲ πόλιν ἔδει τὸν μόνον σωθέντα μετ' Ἰησοῦ παρὰ τὰς χʹ χιλιάδας λαβεῖν ἢ ‹μητρόπολιν τὴν Ἐνάκ, τὴν Χεβρών›; ἣν δὴ λαβὼν ‹ἀνέβη ἐπὶ τοὺς κατοικοῦντας Δαβείρ, ἣ πρότερον ἐλέγετο πόλις Γραμμάτων›. Καὶ κηρύττει ‹τῷ ταύτην ἑλόντι Ἀσχὰν διδόναι τὴν θυγατέρα›, ἣν ‹εἷλε Γοθονιὴλ υἱὸς Κενέζ, ἀδελφὸς Χάλεβ ὁ νεώτερος›·