Ancient Greek · ~2 min
Page 420
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 420
Not analysed yet
τρίτης ἡ ἀνάδοσις τῆς τροφῆς τῆς ὠφελούσης τὸν ὀφθαλμὸν ποιεῖ ἡμᾶς τῇ πείρᾳ πιστεῦσαι, ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα. Ἀλλὰ καὶ ἐπ' ἄλλων τροφῶν ὠφελουσῶν τινα μέλη τοῦ σώματος τοῦτό ἐστιν ἰδεῖν. Οὕτω τοίνυν πίστευε καὶ περὶ τῆς θείας γραφῆς, ὅτι ὠφελεῖταί σου ἡ ψυχή, κἂν μὴ ‹ὁ νοῦς τὸν καρπὸν› λαμβάνῃ τῆς ὠφελείας τῆς ἀπὸ τῶν γραμμάτων, ἐκ μόνης ψιλῆς τῆς ἀναγνώσεως. Τὰ γὰρ ἐν ἡμῖν ἐπᾴδεται καὶ τὰ μὲν κρείττονα τρέφεται, τὰ δὲ χείρονα καταργεῖται. «Καὶ προσῆλθον οἱ υἱοὶ Ἰούδα πρὸς Ἰησοῦν». Πρὸ τῆς μερίδος, ἣν ἔλαβεν ἡ φυλή, Χάλεβ ἀκληρωτὶ