Ancient Greek · ~3 min
Page 423
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 423
Not analysed yet
τῇ ἁγίᾳ κληροδοσίᾳ καὶ ταγμάτων διαφερόντων δεῖ καὶ τάγμα ταγμάτων ὑπάρχειν περιεκτικόν τε καὶ κύριον καὶ οἷον ‹μητρόπολιν›, ἣν οἱ διαφέρ<οντες> λαμβάνουσι, καὶ ἄλλην ἄλλοι. Πολλὰς γὰρ μητροπόλεις φησὶν ἡ Γραφή, ὡς παρ' Ἡσαΐᾳ· «Μητρόπολις πιστὴ Σιών». Ὧν λαμβάνει τὴν πρώτην ὁ Χάλεβ οὖσαν τῶν ‹Ἐνακείμ›, ὅπερ ταπείνωσις κενὴ ἤγουν ἀπόκρισις κενὴ ἑρμηνεύεται. ‹Μητρόπολιν› οὖν λαμβάνει κενῆς ταπεινώσεως. Δύο γὰρ ταπεινώσεις· ἡ μὲν κενή, ἡ δὲ πλήρης. Ἡ μὲν ἐπαινετή, περὶ ἧς φησιν ὁ Σωτήρ· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ» καὶ «πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται»· καὶ ὁ Παῦλος· «Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ». Ἡ δὲ ψεκτή, ἣν ταπεινοῦται ὁ ἁμαρτωλός, καὶ περὶ τοῦ δὲ παρανόμως γυναικὶ συνιόντος εἴρηται τῇ Γραφῇ· «ἐταπείνωσεν αὐτήν». Ταύτην ‹ὁ Χάλεβ κατήργησε› τὴν ταπείνωσιν ‹Ἐνὰκ› λεγομένην, οὗ παῖδες ‹Σουσί›, ὃς ἑρμηνεύεται ἐκτός μου—