Ancient Greek
Page 424
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 424
Not analysed yet
ἐκτὸς γὰρ τοῦ Θεοῦ καὶ τοῦ ἁγίου ὁ υἱὸς τῆς κενῆς ταπεινώσεως—· καὶ ‹Ἀχιμάν›, ὅ ἐστιν ἀδελφός μου ἀπὸ βουλῆς· ἀδελφοὶ μὲν γὰρ πάντες, ὁ δὲ ἁμαρτωλὸς ἀπόβουλος ἀδελφὸς ἐκβεβλημένος βουλῆς· καὶ ‹Θαλαμίν›, ὃς ἑρμηνεύεται κρεμασμός, μετέωρός τις καὶ οὐκ ἐστηριγμένος. Οὓς ‹ἀνελὼν ὁ Χάλεβ› ἐπὶ τοὺς κατοικοῦντας ‹ἀναβαίνει Δαβείρ, ἥτις ἦν πόλις Γραμμάτων› καὶ ἑρμηνεύεται λαλιά. Νοητέον δὲ ταύτην τὴν παλαιὰν εἶναι Γραφήν, ἣ καλουμένη ‹Γραμμάτων› γίνεται λαλιὰ τυχοῦσα συνετῆς διηγήσεως.