Ancient Greek
Page 426
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 426
Not analysed yet
Ἐκκλησίας. Οὐκέτι γὰρ περιτέμνομαι κατὰ τὸ γράμμα, οὐ Πάσχα ποιῶ, οὐκ ἄζυμα, οὐ σαββατίζω. Καὶ τοῦ ἀδελφοῦ μου τοῦ πρεσβυτέρου λαμβάνω τὸ γέννημα, ὁ ‹τοῦ Κενὲζ υἱὸς› γεγονώς, ὃς ἑρμηνεύεται φαυλισμός. Ὁποῖοι γεγόναμεν οἱ ἐξ ἐθνῶν τοῦ πρεσβυτέρου ἀδελφοῦ μὴ τοιούτου τυγχάνοντος· ἦν γὰρ ‹υἱὸς Ἰεφοννὴ› τῆς ἐπιστροφῆς. Ὃς ‹δίδωσί› μοι ‹τὴν θυγατέρα› κατὰ τὸ γεγραμμένον· «Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». Ἣν ἐκβαλὼν τοῦ οἴκου τοῦ πατρὸς ἐπ' ‹ὄνου› φέρω,