Ancient Greek · ~2 min
Page 427
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 427
Not analysed yet
ὃν ‹ἔλυσαν οἱ μαθηταί›. Καὶ ἐξ αἰτήσεως ‹εὐλογίαν› εἴληφε πατρικὴν «καὶ λαμβάνει Γονέθλαν τὴν κάτω»· κληρονομεῖ γὰρ κἂν τῷ παρόντι βίῳ τὸ σχολάσαι Θεῷ· «καὶ Γονέθλαν τὴν ἄνω»· ἡ γὰρ κατὰ Θεὸν μακαριότης ‹ἐπαγγελίαν ἔχει ζωῆς καὶ τῆς παρούσης καὶ τῆς μελλούσης›. «Καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἠδυνήθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Ἰούδα ἕως τῆς σήμερον ἡμέρας». Ἐρωτητέον τοὺς ἐκ παντὸς τρόπου προϊσταμένους τοῦ γράμ-