Ancient Greek · ~2 min
Page 429
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 429
Not analysed yet
σίτῳ κατέλειπε συναυξάνεσθαι, μὴ συνεκριζωθῇ τούτοις ὁ σῖτος›. Ἐν γὰρ τῇ Ἐκκλησίᾳ εἰσὶν ‹Ἰεβουσαῖοι› καταπατούμενοι, ἁμαρτωλοί τε καὶ τῆς πίστεως ἀλλότριοι. Καὶ οὐκ ἄν τις ἐν τῷ παρόντι παύσειε βίῳ τοιούτους ἔχειν τὴν Ἐκκλησίαν καὶ μόνων ὑπάρχειν ἁγίων. Τί γὰρ ἄν τις ποιήσειε περὶ τῶν ἀμφιβόλων ἁμαρτωλῶν, ὅτε καὶ τοὺς φανεροὺς ἀπελάσειεν; Τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἐφραΐμ φησιν ἡ Γραφή· «καὶ οὐκ ἀπώλεσεν Ἐφραῒμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ