Ancient Greek · ~2 min
Page 428
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 428
Not analysed yet
ματος, πῶς ‹ἕως τῆς σήμερον ἡμέρας› φησίν; ὅπερ ἐν τῇ Γραφῇ μέχρι τῆς συντελείας τοῦ παρόντος αἰῶνος δηλοῖ κατὰ τό· «Οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας», καὶ πάλιν· «μὴ ἀπόστητε ἀπὸ Κυρίου ἐν ταῖς σήμερον ἡμέραις», ἀντὶ τοῦ ὅσον τὸ σήμερον καλεῖται. Μηκέτι οὖν ‹τῶν υἱῶν Ἰούδα› ‹κατοικούντων ἐν Ἱερουσαλήμ› πῶς ‹ὁ Ἰεβουσαῖος οἰκεῖ μετ' αὐτοῦ›; Τοιγαροῦν ἐπί τι νοητὸν ἀναδράμωμεν ὅμοιον, τὴν περὶ τῶν ‹ζιζανίων› εἰληφότες παραβολήν· ‹ἃ τῷ