Ancient Greek · ~2 min
Page 433
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 433
Not analysed yet
μὲν γὰρ εἴρηται τό· «οὐκ ἀπώλεσεν Ἐφραῒμ τὸν Χαναναῖον» καὶ τὰ ἑξῆς ἕως τοῦ· «καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ». Δεύτερον δὲ ἐγενήθη, ἐπεὶ ‹κατίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους›. Τὸ τρίτον, ὅτε ζητοῦντες οἱ Ἐφραῒμ παρ' Ἰησοῦ μείζω κλῆρον κελεύονται ‹ἐξολοθρεῦσαι τὸν Χαναναῖον›, ὡς ἂν ‹εἰς τὸν δρυμὸν ἀνελθόντες› ἑαυτοῖς εὐτρεπίσωσι τόπον. Οὐκοῦν πρῶτον ὁ Χαναναῖος μεθ' ἡμῶν ἐστιν, οὐδὲν καθ' ἡμῶν τοσοῦτον δυνάμενος, ‹ὑπόφορος› μὲν ὤν, οὐχ ὑπήκοος δὲ οὐδὲ ‹δοῦλος›. Ταῦτα γὰρ τὸ δεύτερον γίνεται. Ὅταν γὰρ τὰ σωματικὰ