Ancient Greek
Page 434
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 434
Not analysed yet
ὑποτάσσηται τῇ ψυχῇ, οὐ μόνον ἐστὶ μεθ' ἡμῶν, ἀλλὰ καὶ ‹δοῦλος›. Τὸ δὲ τρίτον, ἐὰν τελειωθῶμεν, τέλειον ‹ἐξολοθρευθήσεται›, ‹τῶν ἐπὶ γῆς μελῶν νεκρουμένων›. Οὕτω προκόπτειν οἶδεν ὁ κατηχούμενος τὸν Ἰσραηλίτην λόγον λαβών· οἰκεῖ γὰρ μετὰ τοῦ Χαναναίου ‹στασιαζούσης› αὐτοῦ ‹τῆς σαρκός›, εἶτα ‹δουλουμένης›, εἶτα ‹νεκρωθείσης κατὰ πᾶν μέλος, πορνείαν, μοιχείαν, ἀκαθαρσίαν›. «Κατῴκει δέ» φησιν «μετ' αὐτῶν, ἕως ἂν ἔλθῃ Φαραὼ βασιλεὺς Αἰγύπτου», ὅτε καὶ ‹Γαζὲρ› ὁ τόπος τοῦ Χαναναίου ‹δίδοται φερνὴ τῇ θυγατρὶ Φαραώ›. ‹Γαζὲρ› δὲ διάτασις ἑρμηνεύεται. Ἐπὰν γὰρ οἱονεὶ ἡνωμένη καὶ διατεταμένη σὰρξ μετὰ τοῦ πνεύματος ἐν ἡμῖν