Ancient Greek · ~2 min
Page 440
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 440
Not analysed yet
τοῦτον διένειμεν. Ὃς καί φησι· «βαλῶ κλῆρον καὶ ἐξοίσω ἐνώπιον Κυρίου τὸν κλῆρον». Οὐκοῦν οὐ συντυχικῶς. Λαγχάνει γὰρ ἡ φυλὴ ‹Βενιαμὶν› πρώτη, ὅπου ἦν ‹Ἱερουσαλήμ›, καὶ ἐφεξῆς αἱ λοιπαί. Ἐν αἷς αἱ τρεῖς τῶν παιδισκῶν τοῦ Ἰακὼβ τελευταῖαι λαγχάνουσιν. Καὶ ἐν ἄλλοις δὲ ‹Δὰν› τελευταῖος εὑρίσκεται. Καὶ Σολομὼν δέ φησιν ἐν Παροιμίαις· «ἀντιλογίας παύει κλῆρος»· οὐδὲ ‹ἐν δυνάσταις› ἀντιλογίαν εἶναί φησι παρόντος κλήρου. Καὶ ἐθνικοὶ δὲ χρῶνται κλήροις, ἀλλ' οὐχ ὁμοίως, ὡς ἐπὶ τοῦ Ἰωνᾶ