Ancient Greek
Page 441
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 441
Not analysed yet
οἱ συμπλέοντες. Καὶ ἐν τῇ καινῇ δὲ τοὺς Ἀποστόλους εὑρήσεις κλήροις ἀντ' Ἰούδα τὸν Ματθίαν προβάλλοντας, τῆς εὐχῆς ἐπὶ τοῦτον ἐνεγκούσης τὸν κλῆρον. Εὑρήσεις δὲ τοῦτον καὶ ἐπὶ Χριστοῦ φθανόντα καὶ τὰ τῆς Ἐκκλησίας ἐπὶ τῶν σωζομένων μυστήρια. Λέγεται γὰρ πρὸς Ἐφεσίους περὶ Χριστοῦ· «ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βούλησιν