Ancient Greek · ~2 min
Page 442
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 442
Not analysed yet
τοῦ ὀνόματος αὐτοῦ εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ». Καὶ πρὸς Κολασσαεῖς· «Εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί». Μήποτε οὖν, φασιν, ὡς ἐν ἀνθρώποις κλῆροι γίνονται, οὕτως καὶ ἐν δυνάμεσιν; Ὡς ἂν οὖν μὴ πρὸς χάριν ἡ τῆς γῆς ἔξεστι διανέμησις γίνεσθαι, τῷ Θεῷ διὰ κλήρων Ἰησοῦς αὐτὴν ἐπιτρέπει. Τοιούτους δ' ἂν εἴποι