Ancient Greek
Page 455
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 455
Not analysed yet
πρώτας λαγχάνει ‹Καάθ›· ἔνθα καὶ ἡ τοῦ Ἰούδα τὰ πρῶτα φέρει τῶν φυλῶν ἡ τιμιωτάτη καὶ κατὰ τὴν ἁγίαν γῆν ἀκληρωτεὶ παρ' Ἰησοῦ πρώτη λαβοῦσα τὸν κλῆρον. Τὸν δὲ δεύτερον ἐν ἀνατολαῖς ἔλαχεν ‹ὁ Γηρσώμ›, ὡς ἂν ὁ Καὰθ μὴ πᾶσαν λάβῃ τὴν ἀνατολήν, ἀλλὰ κρᾶσίς τις ᾖ Λευϊτικῶν καὶ Ἰσραηλιτικῶν ταγμάτων· εἰ γὰρ πᾶσαν εἴληφεν ὁ Καὰθ τὴν ἀνατολήν, ὕβρις ἦν τοῖς λοιποῖς. Νυνὶ δὲ κατὰ τὴν ἐκ Θεοῦ τῶν κλήρων δικαιοσύνην τοὺς ‹ἐν ἀνατολαῖς› ‹Ἰούδαν›, ‹Ἰσσάχαρ›, ‹Ζαβουλὼν› λαγχάνουσι ‹Καάθ›, ‹Γηρσώμ›, ‹Μεραρί›, οἱ πρῶτοι υἱοὶ τοῦ Λευΐ. Τοὺς δὲ ‹κατὰ λίβα Ῥουβὴν καὶ Συμεὼν καὶ Γὰδ› ἀπὸ ‹Καὰθ› κατὰ τὸν δεύτερον τόπον τὸν τοῦ ‹Συμεών›, κατὰ δὲ τὸν πρῶτον ‹ὁ Μεραρὶ› τὸν ‹τοῦ Ῥουβήν›. Πάλιν ‹ὁ Μεραρὶ› τὸν τρίτον ‹κατὰ ἀνατολὰς› ἐν Ἀριθμοῖς ‹τὸν Ζαβουλών›, τῆς τοῦ Θεοῦ δικαιοσύνης μυστικῶς δηλούσης τὰ μέλλοντα τῆς τῶν ἐκεῖ κλήρων διανομῆς· Πάλιν ‹τῶν κατὰ θάλατταν Ἐφραῒμ καὶ Βενιαμὶν καὶ