Ancient Greek · ~3 min
Page 456
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 456
Not analysed yet
Μανασσῆ› ‹ὁ Καὰθ› λαγχάνει τὸν δεύτερον ‹τὸν Βενιαμίν›, ‹οἱ δὲ λοιποὶ τοῦ Καὰθ› ‹τὸν Ἐφραΐμ›, εἶτα ‹τοὺς ἀπὸ ἡμίσους φυλῆς Μανασσῆ› τοῦ ἐν τῇ ἁγίᾳ γῇ· εἶτα ‹Γηρσὼμ› πάλιν ‹τὸ ἥμισυ φυλῆς Μανασσῆ›. Ἐπεὶ δὲ ἔδει καὶ τοὺς ‹ἀπὸ βορρᾶ› τιμηθῆναι τόπους τοῦ Ἰσραὴλ τοῖς τάγμασι τοῖς ἱερατικοῖς, ἵνα μὴ πλεονεκτηθῇ τὰ τελευταῖα τάγματα ὄντων ‹κατὰ βορρᾶν Δάν, Νεφθαλίμ, Ἀσήρ›, ‹Καὰθ ὁ κατὰ τοὺς λοιπούς›, οὐχ ὁ κατὰ τοὺς ἱερεῖς, λαγχάνει τὸν πρῶτον καὶ τιμιώτερον τῶν ‹κατὰ βορρᾶν›, ‹τὸν Δάν›, ‹ὁ› δὲ ‹Γηρσὼμ› τὸν δεύτερον, ‹τὸν Ἀσήρ›, εἶτα πάλιν ‹ὁ Γηρσὼμ› τὸν τρίτον, ‹τὸν Νεφθαλίμ›. Εἰ δὲ τῶν καθ' ἱστορίαν ἡ ποικιλία τὸν νοῦν καὶ τὴν μνήμην νικᾷ, τί δεῖ λέγειν περὶ τῆς τῶν μελλόντων οἰκονομίας;