Ancient Greek · ~2 min
Page 460
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 460
Not analysed yet
«Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ῥουβήν». Ἀπολύονται οἱ πέραν Ἰορδάνου κληρονομήσαντες. Ὅταν γὰρ ἀπολαύωμεν τὰς ἐπαγγελίας οἱ ὑπὸ τῷ Ἰησοῦ στρατευόμενοι καὶ συγκάμωσιν ἡμῖν οἱ ὑπὸ Μωϋσέως λαβόντες τὴν κληρονομίαν, οὔπω δὲ κατοικήσαντες ἐν αὐτῇ, ἀπολύονται ἕκαστος εἰς τὰ ἴδια μετὰ τῶν τελῶν τῶν ὑπὸ Ἰησοῦ διδομένων, ὡς ἂν ἕκαστος κατοικήσῃ ἐν εἰρήνῃ παντὸς πολέμου καθαιρεθέντος. Οὗτοι δὲ καὶ μέγαν οἰκοδομοῦσι βωμὸν καὶ ἀπόστασιν ἐγκληθέντες ἀπολογοῦνται, ὡς τὸ θυσιαστήριόν ἐστιν, ὅπου Ἰησοῦς ἄρχει, ἐκείνου