Ancient Greek · ~2 min
Page 101
Origen, Libri x in Canticum canticorum (fragmenta) 101
Not analysed yet
Τάχα προφητεύει τοῦ ὀνόματος τοῦ Χριστοῦ τὴν τὸν κόσμον πληρώσασαν δύναμιν κατὰ τὴν αὐτοῦ παρουσίαν, ὥστε γενέσθαι κατὰ τὸν Παῦλον «οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ἐκ ζωῆς εἰς ζωήν». Εἰ γὰρ πᾶσιν ἦν ‹εἰς ζωὴν›, εἶπεν ἂν ἡ νύμφη· διὰ τοῦτο πάντες ‹ἠγάπησάν σε›, ἀλλ' οὐ μόνον ‹αἱ νεάνιδες› ‹ὁσημέραι ἀνανεούμεναι›, καὶ ‹μὴ ἔχουσαι ῥυτίδα ἢ σπῖλον›. ‹Ἐξεκενώθη› δέ, ὡς μηκέτι σιωπᾶσθαι κατακεκλεισμένον ἐν ἀπορρήτοις.