Ancient Greek · ~2 min
Page 109
Origen, Libri x in Canticum canticorum (fragmenta) 109
Not analysed yet
οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ταῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν›. Ἐν γὰρ ‹τῷ ταμιείῳ› τοῦ νυμφίου ‹πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι›. Αὕτη μὲν γὰρ ὡς προλαβοῦσα τὰς νεάνιδας εἰσήχθη καὶ ‹παρέστη ὡς βασίλισσα ἐκ δεξιῶν τοῦ βασιλέως ἐν ἱματισμῷ διαχρύσῳ› κατὰ τὸν Δαυΐδ· περὶ δὲ τῶν νεανίδων· «ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς» καὶ τὰ ἑξῆς.