Ancient Greek · ~1 min
Page 155
Origen, Libri x in Canticum canticorum (fragmenta) 155
Not analysed yet
τὴν δὲ τῆς σωφροσύνης αὐτῇ καρποφοροῦντες αἰδῶ. Οἱ πρότερον ἴσως οὐκ ὄντες καλοὶ τοσοῦτον μετέβαλον, ὡς εἴρησθαι τῇ νύμφῃ· «τί ὡραιώθησαν αἱ σιαγόνες σου·» ‹μὴ ἔχοντες σπῖλον ἢ ῥυτίδα›. Τάχα δὲ καὶ τῷ τὸν ἕνα μόνον γινώσκειν Θεόν· καὶ ‹ἡ τρυγὼν› γὰρ ἑνὶ μόνῳ συνέρχεται.