Ancient Greek
Page 162
Origen, Libri x in Canticum canticorum (fragmenta) 162
Not analysed yet
τοις τοῦ ναοῦ τεθεώρηται τῷ βλέποντι ‹τὸ καταπέτασμα› τὸ ἀληθινὸν ‹σχιζόμενον ἄνωθεν ἕως κάτω› ἐπὶ τῷ θεωρηθῆναι τὰ ἔνδον, ἐπὰν ὁ ‹ἀναπεσὼν κοιμηθεὶς ὡς λέων καὶ ὡς σκύμνος ἐγερθῇ›. —Καὶ μετὰ ταῦτα. Τότε γὰρ ‹οἱ σύμμορφοι γεγενημένοι τῆς ἀναστάσεως αὐτοῦ› παραλήψονται παρ' αὐτοῦ ἀνθ' ‹ὁμοιωμάτων› χρυσόν, πληθυνθήσονται τῷ χρυσίῳ καὶ τῷ ἀργυρίῳ.