Ancient Greek · ~1 min
Page 183
Origen, Libri x in Canticum canticorum (fragmenta) 183
Not analysed yet
παρόντα γὰρ βίον οὐκέτι ‹δι' ἐσόπτρου› καὶ ‹ἐν αἰνίγματι›, ἀλλὰ ‹πρόσωπον πρὸς πρόσωπον› τὴν ἀλήθειαν ‹θεωρήσομεν›. Λέξει δὲ καὶ ἡ νύμφη· «ἕως οὗ διαυγήσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί». Ἔστι γὰρ ‹ὁ βίος› ἡμῶν ὡς ‹σκιὰ› καὶ ‹ἐν σκιᾷ θανάτου› οἱ ἐξ ἐθνῶν ‹ἐκαθέζοντο› καὶ οἱ ἀπιστοῦντες ἔτι ‹καθέζονται›.