Ancient Greek · ~2 min
Page 221
Origen, Libri x in Canticum canticorum (fragmenta) 221
Not analysed yet
»Ὁ γὰρ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν». Εἴποιμεν ἂν ‹ὑετὸν› γεγονέναι τὸν πρὸ τῆς ἐπιδημίας ‹καιρὸν τοῦ Θεοῦ ἐντειλαμένου ταῖς νεφέλαις ὕειν› τὸν νομικὸν καὶ προφητικὸν λόγον, πεπαῦσθαι δὲ τοῦτον, ἐπειδὴ ‹ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου›· ἔαρ δὲ καὶ θέρος μετὰ τὴν ἐπιδημίαν, ὅτε μηκέτι ‹ὑετῶν› χρεία, ὅτε ‹τὰ› διὰ Χριστὸν ‹ἄνθη ὤφθη ἐν τῇ γῇ›. Καὶ ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ ‹ἡ συκῆ› οὐκ ἐκκόπτεται, ἄκαρπος ἐν τῷ προτέρῳ γενομένη καιρῷ· νυνὶ γὰρ ‹ὀλύνθους ἐξήνεγκε› καὶ ‹κυπρίζουσιν αἱ ἄμπελοι›. Διό φησιν ἓν τῶν κλημάτων· «Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ».