Ancient Greek · ~1 min
Page 226
Origen, Libri x in Canticum canticorum (fragmenta) 226
Not analysed yet
οὗτος (sc. καιρὸς) δέ ἐστιν ὁ τῆς αὐτοῦ παρουσίας, ἐν ᾧ δεῖ τὰ σωματικὰ τοῦ νόμου καὶ τῆς ἐν τοῖς προφήταις ἱστορίας περιπεφυκότα τοῖς πνευματικοῖς περιτέμνεσθαι καὶ μεῖναι τὰ κρείττονα. ‹Καιρὸς› δὲ πάλιν καὶ τῆς τῶν ἁμαρτημάτων ἐκκοπῆς καὶ ἀφέσεως ‹διὰ λουτροῦ παλιγγενεσίας›.