Ancient Greek · ~1 min
Page 233
Origen, Libri x in Canticum canticorum (fragmenta) 233
Not analysed yet
ἐστιν, ὅπερ Ἠσαΐας ‹περίτειχος› ὀνομάζει λέγων· «θήσει τεῖχος καὶ περίτειχος». Βούλεται τοίνυν τῶν σωματικῶν ἐξελθοῦσαν οὐ μόνον ἐν τῷ ‹τείχει› γενέσθαι—ὅπερ εἶναι τὸν περὶ τοῦ κόσμου λόγον νομίζω—, ἀλλὰ καὶ ‹ἐχόμενα τοῦ προτειχίσματος›, ὃς λόγος μέν ἐστι τελευταῖος τῶν σωματικῶν, ἀρχὴ δὲ τῶν ἀσωμάτων.