Ancient Greek · ~1 min
Page 96
Origen, Libri x in Canticum canticorum (fragmenta) 96
Not analysed yet
Πολλῶν ὄντων οἴνων ἐν τῇ γραφῇ κρειττόνων τε καὶ χειρόνων, νῦν τοῖς κρείττοσιν οἱ τοῦ νυμφίου ‹μαστοὶ› παρατίθενται· οὐ γὰρ ἂν τοῖς χείροσι συνεκρίθησαν. Ἡ τοίνυν νύμφη πολλοῖς καὶ διαφόροις οἴνοις εὐφρανθεῖσα καὶ ἔχουσα παρασκευὴν εἰς τὸ δέξασθαι τοὺς κρείττονας τούτων τοῦ νυμφίου μαστοὺς τοῦτό φησι προτιμῶσα τούτους οἴνου τοῦ ‹ἐν νόμῳ τε καὶ προφήταις›.