Ancient Greek · ~10 min
Chapter 26
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 26.3
Not analysed yet
Τὰ δὲ ἐκτὸς οἱ βουλόμενοι ἀγαθὰ κατὰ τὸν θεῖον ἐπαγγέλλεσθαι λόγον τοῖς μὲν ἀπὸ τοῦ Λευϊτικοῦ, τούτοις χρήσονται· «Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς, δώσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων δώσει τὸν καρπὸν αὐτῶν· καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητὸς καταλήψεται τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν»· καὶ τὰ ἑξῆς. Ἐκ δὲ τοῦ Δευτερονομίου τούτοις χρήσονται· «Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς δίδωσιν ὑμῖν, καὶ φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων, καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσί σε, ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου. Εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ· εὐλογημένα τὰ ἔγγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου καὶ τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου· εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου»· καὶ τὰ ἑξῆς. Ὡς πάλιν ἐκ τῶν ἐναντίων τοῖς ἀσεβοῦσι λέγεται τό· «Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ· ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου· ἐπικατάρατα τὰ τέκνα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου· ἐπικατάρατα τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου.» Καὶ ἄλλα δὲ δυσεξαρίθμητα ἐνεγκοῦσιν οἱ βουλόμενοι ἐν σωματικοῖς καὶ τοῖς ἐκτὸς εἶναι ἀγαθὰ καὶ κακά· ἐφάψονταί τε καὶ τῶν εὐαγγελίων, λέγοντες τὸν σωτῆρα ἐληλυθότα ὡς κακὰ ἀφῃρηκέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωματικὴν καὶ τὴν κωφότητα καὶ τὴν πάρεσιν τῶν μελῶν, καὶ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τεθεραπευκέναι, ἀγαθὰ ἀντὶ τῶν προκατειληφότων κακῶν δωρούμενον τό τε διορατικὸν τὸ σωματικὸν καὶ τὸ ἀκουστικὸν καὶ τὴν ἄλλην ὑγείαν καὶ ῥῶσιν· καὶ δυσωπήσουσί σε φάσκοντες, εἰ μὴ καὶ ἡμεῖς ὁμολογήσομεν κακὸν εἶναι τὸ δαιμονιᾷν καὶ τὸ σεληνιάζεσθαι, ὡς πάλιν ἐκ τοῦ ἐναντίου ἀγαθὸν τὸ τούτων ἀπηλλάχθαι. Ἀλλὰ καὶ οἱ ἀπόστολοι χαρίσματα ἰαμάτων καὶ ἐνεργήματα δυνάμεων ἐπιτελοῦντες κατ' αὐτὸ τὸ ἐνεργεῖν ἀγαθὰ ἐποίουν τοῖς ἀνθρώποις καὶ κακῶν αὐτοὺς ἀπήλλαττον. Διαβήσονται δὲ οἱ τὰ τοιαῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα αἰῶνα, φάσκοντες τῷ κακὸν εἶναι τὸν πόνον τοὺς ἁμαρτωλοὺς πυρὶ αἰωνίῳ παραδίδοσθαι· εἰ δὲ κακὸν ὁ πόνος, ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι.