Ancient Greek · ~6 min
Chapter 26
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 26.4
Not analysed yet
Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυσωπῆσαι τοὺς οὐχ οἵους τε λῦσαι τὰ προσαγόμενα περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι καὶ τρία τῶν κακῶν κατὰ τὸν λόγον τῶν γραφῶν. Ταύτην τοίνυν τὴν ἀπάτην οὐ μόνον οἱ ὁμολογουμένως ἀκέραιοι τῶν πεπιστευκότων ἠπάτηνται, ἀλλὰ καί τινες τῶν ἐπαγγελλομένων σοφίαν τὴν κατὰ Χριστόν, οἰόμενοι τοῦ δημιουργοῦ τοιάσδε τινὰς εἶναι ἐπαγγελίας, καὶ πέρα τῶν ἀπὸ τῆς λέξεως δηλουμένων μηδὲν σημαίνεσθαι κατὰ τὰς ἀπειλάς. Πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται· οἷον Ἠλίας ὁ ἀκτημονέστατος, ὡς μηδὲ ἄρτον ἔχειν παρ' ἑαυτῷ φαγεῖν καὶ διὰ τοῦτο πέμπεσθαι πρὸς γυναῖκα εἰς Σάρεπτα τῆς Σιδωνίας· καὶ Ἐλισσαῖος, ὃς παρὰ τῇ Σουμανίτιδι βραχυτάτην ἔλαβε κατάλυσιν καὶ σκιμπόδιον καὶ λυχνίαν εὐτελῆ, ὃς καὶ ἀρρωστήσας ἐτελεύτησε· καὶ Ἠσαΐας ὁ πορευθεὶς γυμνὸς καὶ ἀνυπόδετος τρισὶν ἔτεσι· καὶ Ἱερεμίας ὁ ἐμβληθεὶς εἰς λάκκον βορβόρου καὶ ἀεὶ μυκτηρισθείς, ὥστε καὶ ἐρημίαν οἰκῆσαι εὔξασθαι· καὶ ὁ Ἰωάννης ὁ ἐν ταῖς ἐρημίαις διατρίβων καὶ πλὴν ἀκρίδων καὶ μέλιτος ἀγρίου μηδενὸς μεταλαμβάνων, δέρματι περιεζωσμένος τὴν ὀσφὺν καὶ ἀπὸ τριχῶν καμήλου ἠμφιεσμένος. Ὁμολογήσουσι γὰρ αὐτοὺς τετηρηκέναι τὸν νόμον. Καὶ ἀπαιτήσομεν εἰ ἃ νοοῦσιν ἀγαθὰ τοῖς τετηρηκόσι τούτοις ὑπῆρκται. Οὐκ ἔχοντες δὲ δεῖξαι, περικλεισθήσονται εἰς τὸ ἤτοι ψευδεῖς εἶναι τὰς ἐπαγγελίας τὰς λεγομένας δίδοσθαι τοῖς θεοσεβέσιν ἢ ἀληθεῖς τυγχανούσας ἀναγωγῆς δεῖσθαι· εἰ δ' ἐπ' ἀλληγορίαν ἀναγκασθέντες ἔλθωσιν, ἀθετηθήσεται αὐτῶν ἡ ὑπόληψις ἡ περὶ τοῦ τὸν νόμον ἀπειλεῖν νόσον σωματικὴν καὶ τὰ ἐκτὸς νομιζόμενα κακὰ τοῖς ἠσεβηκόσιν, ἢ ἐπαγγέλλεσθαι ὑγιαίνοντα εἶναι τὰ σώματα καὶ περιουσίαν ἔσεσθαι τοῖς τῷ θεῷ κατηκολουθηκόσι.