Ancient Greek · ~6 min
Chapter 27
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 27.4
Not analysed yet
Τοιαῦτα τοίνυν καὶ περὶ τοῦ· «Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραὼ» ὑπονοοῦμεν. Ἰατρός ἐστι ψυχῆς ὁ λόγος τοῦ θεοῦ, ὁδοῖς θεραπείας χρώμενος ποικιλωτάταις καὶ ἁρμοδίαις πρὸς τοὺς κακῶς ἔχοντας καὶ ἐπικαιροτάταις· τῶν δὲ τῆς θεραπείας ὁδῶν αἱ μέν εἰσιν ἐπὶ πλεῖον αἱ δὲ ἐπ' ἔλαττον πόνους καὶ βασάνους ἐμποιοῦσαι τοῖς εἰς ἴασιν ἀγομένοις· πάλιν τε αὖ βοηθήματα ὁτὲ μὲν ἀπεμφαινόντως γίνεται, ὁτὲ δὲ οὐχ οὕτως ἔχει· καὶ πάλιν τάχιον ἢ βράδιον· καὶ μετὰ τὸ ἐμφορηθῆναι τῆς ἁμαρτίας, ἢ μετὰ τὸ ὥσπερ εἰπεῖν μόνον ἅψασθαι αὐτῆς. Μαρτυριῶν δὲ τῶν εἰς ἕκαστον πλήρης πᾶσα ἡ θεόπνευστος γραφή· σκυθρωποτέρων βοηθημάτων ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον ἀναγεγραμμένων γεγονέναι τῷ λαῷ, κατὰ τὰ συμβεβηκότα αὐτῷ ὑπὲρ ἐπιστροφῆς καὶ διορθώσεως ἐν πολέμοις μείζοσιν ἢ ἐλάττοσι καὶ λιμοῖς πολυχρονιωτέροις ἢ ὀλιγοχρονιωτέροις· ἀπεμφαινόντων δὲ ἐν τῷ· «Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύσωσιν.» Τάχα γὰρ τὰς ἐπὶ πλεῖον ἐφιεμένας ψυχὰς τῶν σωματικῶν καὶ ἡδέων εἶναι νομιζομένων παρ' ἑαυταῖς ἐγκαταλείπει, ἕως κορεσθεῖσαι ἀποστραφῶσι τὰ ὧν ὀρέγονται, οἱονεὶ καὶ ἐμέσαι αὐτὰ βουλόμεναι καὶ οὐκ ἂν ἔτι ταχέως τοῖς αὐτοῖς, διὰ τὸ ὡς ἐπὶ πλεῖον ἐμπεφορῆσθαι αὐτὰς καὶ ἐπὶ τοσοῦτον βεβασανίσθαι, περιπεσούμεναι. Βράδιον δὲ ἐπὶ τὴν θεραπείαν ἄγονται αἱ καταφρονήσουσαι ἂν τοῦ δεύτερον τοῖς αὐτοῖς περιπεσεῖν, διὰ τὸ τάχιον ἀπηλλάχθαι τῶν κακῶν. Οἶδε δὲ ὁ τεχνίτης θεὸς τὰς διαθέσεις ἑκάστων καί, ὡς ἐπιβάλλει αὐτῷ μόνῳ, ἐπιστημόνως δυνάμενος τὰς θεραπείας προσάγειν, τί χρὴ καὶ πότε ἑκάστῳ ποιεῖν.