Ancient Greek · ~8 min
Chapter 27
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 27.5
Not analysed yet
Ὥσπερ δὲ ἐπί τινων σωματικῶν παθημάτων, εἰς βάθος ἵν' οὕτως εἴπω τοῦ κακοῦ κεχωρηκότος, ὁ ἰατρὸς διά τινων φαρμάκων εἰς τὴν ἐπιφάνειαν ἕλκει καὶ ἐπισπᾶται τὴν ὕλην, φλεγμονὰς χαλεπὰς ἐμποιῶν καὶ διοιδήσεις καὶ πόνους πλείονας ἢ οὓς εἶχέ τις πρὶν ἐπὶ τὸ θεραπευθῆναι ὁδεῦσαι· ὥσπερ ἔθος αὐτοῖς ποιεῖν ἐπὶ λυσσοδήκτων καὶ ἑτέρων τινῶν τὰ παραπλήσια τούτοις πεπονθότων· οὕτως οἶμαι καὶ τὸν θεὸν οἰκονομεῖν τὴν κρύφιον κακίαν εἰς τὸ βάθος κεχωρηκυῖαν τῆς ψυχῆς. Καὶ ὥσπερ λέγοι ἂν ὁ ἰατρὸς ἐπὶ τοῦδέ τινος· ἐγὼ φλεγμονὰς ποιήσω περὶ τὸν τόπον τῆς ἀνέσεως, καὶ διοιδῆσαι ἀναγκάσω τάδε τινὰ τὰ μέρη, ὥστε ἀπόστημα χαλεπὸν ἐνεργάσασθαι· λέγοντος δὲ ταῦτα τοῦ ἰατροῦ, ὁ μὲν ἀκούων αὐτοῦ ἐπιστημονικώτερον οὐκ αἰτιάσεται ἀλλὰ καὶ ἐπαινέσεται τὸν ταῦτα οἱονεὶ ἀπειλοῦντα ἐνεργάσασθαι, ὁ δέ τις ψέξει φάσκων ἀλλότριον τῆς τῶν ἰατρῶν ἐπαγγελίας ποιεῖν τὸν δέον ὑγιάζειν ἐπὶ φλεγμονὰς καὶ ἀποστήματα ἄγοντα. Οὕτως οἶμαι καὶ τὸν θεὸν εἰρηκέναι τό· «Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ.» Καὶ τούτων γεγραμμένων, ὁ μὲν ἀκούων ὡς θεοῦ λογίων τὸ μὲν ἀξίωμα τοῦ λέγοντος τηρῶν ἀποδέχεται, καὶ ζητῶν πᾶς εὑρίσκει καὶ ἐν τούτοις ἀγαθότητα τοῦ θεοῦ παραστῆσαι γινομένην. Φανερώτερον μὲν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ, διὰ πλειόνων παραδόξων πιστοποιουμένου· καὶ δεύτερον περὶ τῶν Αἰγυπτίων, ὅσοι ἔμελλον καταπληττόμενοι τὰ γινόμενα ἀκολουθεῖν τοῖς Ἑβραίοις· «Ἐπίμικτος γάρ, φησί, λαὸς πολὺς τῶν Αἰγυπτίων συνεξῆλθεν αὐτοῖς»· ἀπορρητότερον δὲ καὶ βαθύτερον τάχα καὶ ἐπὶ τῷ ὄφελος γενέσθαι αὐτῷ τῷ Φαραώ, οὐκ ἔτι ἀποκρύπτοντι τὸν ἰὸν οὐδὲ τὴν ἕξιν συνέχοντι, ἀλλ' ἕλκοντι καὶ εἰς τοὐμφανὲς αὐτὸν ἄγοντι καὶ τάχα διὰ τοῦ πράττειν ἐκλύοντι, ἵνα πάντα τὰ τῆς ἐνυπαρχούσης κακίας ἐκβράσματα ἐπιτελέσας ἄτονον ὕστερον ἔχῃ τὸ τῶν κακῶν οἰστικὸν δένδρον, τάχα καὶ ξηραινόμενον ἐπὶ τέλει, ὅτε καταποντοῦται, οὐχ ὡς οἰηθείη ἄν τις ἐπὶ τῷ παντελῶς ἀπολέσθαι, ἀλλ' ἐπὶ τῷ ἀποβαλλόντα τὰ ἁμαρτήματα κουφισθῆναι, καὶ τάχα ἐν εἰρήνῃ ἢ μὴ ἐν τοσούτῳ πολέμῳ τῆς ψυχῆς εἰς ᾅδου καταβῆναι.