Ancient Greek
Chapter 27
Origen, Philocalia sive Ecloga de operibus Origenis a Basilio et Gregorio Nazianzeno facta (cap. 23, 25-27) 27.6
Not analysed yet
Ἀλλ' εἰκὸς δυσπειθῶς ἕξειν τοὺς ἐντευξομένους, βίαιον ὑπολαμβάνοντας εἶναι τὸ λεγόμενον, ὡς ἄρα συμφέρον γεγόνοι τῷ Φαραὼ τὸ ἐσκληρύνθαι αὐτοῦ τὴν καρδίαν, καὶ ὑπὲρ αὐτοῦ πάντα τὰ ἀναγεγραμμένα γεγονέναι μέχρι καὶ τῆς καταποντώσεως. Ὅρα δὲ εἰ δυνάμεθα ἐντεῦθεν τὸ δυσπειθὲς περιελόντες πειθὼ ἐνεργάσασθαι περὶ τῶν εἰρημένων. «Πολλαὶ αἱ μάστιγες, φησὶν ὁ Δαυείδ, τῶν ἁμαρτωλῶν»· ὁ δὲ υἱὸς αὐτοῦ διδάσκει ὅτι «Μαστιγοῖ ὁ θεὸς πάντα υἱὸν ὃν παραδέχεται.» Ἔτι δὲ αὐτὸς ὁ Δαυεὶδ ἐπαγγελίαν προφητεύων τὴν περὶ Χριστοῦ καὶ τῶν εἰς αὐτὸν πιστευόντων φησίν· «Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξιν τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν.» Οὐκοῦν χάρις κυρίου ἐστὶ τὸν ἄνομον ἐπισκεφθῆναι ἐν ῥάβδῳ καὶ τὸν ἁμαρτωλὸν μάστιξι. Καὶ ὅσον γε οὐ μαστιγοῦται ὁ ἁμαρτάνων, παιδεύσει καὶ διορθώσει οὐδέπω ὑπάγεται. Διὸ καὶ ἀπειλεῖ ὁ θεός, ἐὰν μεγάλα γένηται τὰ ἁμαρτήματα τῶν τὴν Ἰουδαίαν οἰκούντων, μηκέτι ἐπισκέψασθαι ἐπὶ τὰς θυγατέρας αὐτῶν ὅταν πορνεύσωσιν, καὶ ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοιχεύσωσιν. Καὶ ἀλλαχοῦ φησίν· Ἀνθ' ὧν ἐκαθάρισά σε, καὶ οὐκ ἐκαθαρίσθης, οὐ θυμωθήσομαι ἐπὶ σοὶ ἔτι, οὐδὲ ζηλώσω ἐπὶ σοὶ ἔτι. Οὐκοῦν οἷς οὐ θυμοῦται ἁμαρτάνουσιν, ἵν' οὕτως εἴπω, χολούμενος οὐ θυμοῦται.