Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XII.
Origen, Philocalia Πρὸc το μὴ ἐκκακεῖν ἐν τῆ ἀναγνώU+03F2ει τῆc θείαc γραφῆU+03F2 τὸν μὴ cυνιέντα τὸ cκοτεινόν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν. ἀπὸ τῆU+03F2 κ΄ ὁμιλίαU+03F2 τῆc εἰc τὸν Ἰηcοῦκ τὸν ναυῆ.
Not analysed yet
1. μὲν ἄκρα ὠφέλεια ἀπὸ τῶν τοιούτων ἀναγνωσμάτων ῷ δυναμένῳ νοῆσαι τὴν ἀληθῆ κληροδοσίαν ἀπὸ Ἰησοῦ μςριζομένην τοῖς υἱοῖς Ἰσραὴλ γίνεται, καὶ τῷ οἶῳ τε γενομένῳ ἀναβῆναι ἐπὶ τὴν γῆν τὴν ἁγίαν, τὴν ἀληθινὴν, τήν ὄντως ἀγαθὴν, καὶ ἐφαρμόσαι ἐκ τῆς ὀνομασίας τῶν εἰρημένων τῇ διαφορᾷ τῶν κληρονομούντων τὰ κατὰ τοὺς τόπους λεγόμενα. ἐπεὶ δὲ δύσκολόν ἐστιν εὑρεῖν τὸν οὕτως ὠφελούμενον, βουλόμεθα παραμυθήσασθαι τοὺς ἀκούοντας μὴ ἐκκακεῖν ἐπὶ ταῖς ἀναγνώσεσι. τίς οὖν ἡ παραμυθία ὑπὲρ τοῦ μὴ ἐκκακεῖν τὸν ἀκούοντα τῶν τοιούτων ἀναγνωσμάτων, λεκτέον. ὥσπερ τοίνυν αἱ ἐπῳδαὶ δύναμίν τινα ἔχουσι φυσικὴν, καὶ μὴ νοῶν ὁ κατεπαδόμενος λαμβάνει τι ἐκ τῆς ἐπῳδῆς, κατὰ τὴν φύσιν τῶν φθόγγων τῆς ἐπῳδῆς, εἴτε εἰς βλάβην εἴτε εἰς ἴασιν σώματος ψυχῆς ἑαυτοῦ· οὗτω μοι νόει πάσης ἐπῳδῆς δυνατωτέραν εἶναι τὴν ὀνομασίαν τῶν ἐν ταῖς θείαις γραφαῖς ὀνομάτων. εἰσὶ γάρ τινες δυνάμεις ἐν ἡμῖν, ὦν αἱ μὲν κρείττονες διὰ τούτων τῶν οἱονεὶ ἐπῳδῶν τρέφονται συγγενεῖς οὗσαι αὐταῖς, καὶ ἡμῶν μὴ νοούντων ἐκείνας τὰς δυνάμεις νοούσας τὰ λεγόμενα δυνατωτέρας ἐν ἡμῖν γίνεσθαι πρὸς τὸ συνεργεῖν τῷ ἡμετέρῳ βίῳ. ὅτι γὰρ ἔστι τινὰ ἐν ἠμῖν ἀόρατα, καὶ πολλά γε ταῦτα, δηλώσει ὄ εἰπὼν φαλμός· Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἄγιον αὐτοῦ. ἔστιν οὖν πλῆθός τι ἐν ἡμῖν δυνάμεων κεκληρωμένων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· αἵτινες, ἐὰν ὧσιν ἄγιαι, τῆς γραφῆς ἀναγινωσκο- μένῃς ὠφελοῦνται καὶ γίνονται ἰσχυρότεραι, κἂν ὀ νοῦς ἠμῶν ἄκαρπος ᾖ. ὡς γέγραπται περὶ τοῦ γλώσσῃ λαλοῦντος, ὅτι Τὸ πνεῦμά μου προσεύχεται, ὀ δὲ νοῦς μου ἄκαρπός ἐστι. νόει οὖν μοι ὅτι ποτὲ τοῦ ἐν ἡμῖν νοῦ ἀκάρπου ὄντος αἱ δυνάμεις αἱ συνεργοῦσαι τῇ ψυχῇ καὶ τῷ νῷ καὶ πᾶσιν ἡμῖν τρέφονται λογικῇ τῇ ἀπὸ τῶν ἴερῶν γραμμάτων καὶ τῶν ὀνομάτων τούτων τροφῇ, καὶ τρεφόμεναι δυνατώτεραι γίνονται πρὸς τὸ ἡμῖν συνεργεῖν· ὥσπερ δὲ αἱ κρείττους δυνάμεις οἱονεὶ κατεπάδονται καὶ ὠφελοῦνται, καὶ γίνονται δυνατώτεραι ἀπὸ τῶν τοιούτων γραμμάτα· καὶ ὀνομότων, οὐτως αἱ ἀντικείμεναι δυνάμεις τῶν ἐν ἡμῖν οἱονεὶ καθέλκονται καὶ νικῶνται ἀπὸ τῶυ τοῦ θεοῦ ἐπῳδῶν, καὶ νικώμεναι κοιμίζονται.