Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XII.
Origen, Philocalia 2-8
Not analysed yet
2. Καὶ εἴ ποτέ τις ὑμῶν ἑώρακεν ἀπὸ ἐπῳδῶν ἀσπίδα κοιμιζομένην, ἢ ἄλλο τι τούτων τῶν ἰοβόλων, ἐκεῖνο τὸ παράδειγμα λαβέτω εἰς τὴν γραφήν· ἧς ἀναγινωσκομένης καὶ μὴ νοουμένης, ἐνίοτε ἀκηδιᾷ καὶ ἐκκακεῖ ὁ ἀκροατής· καὶ πιστευέτω ὅτι αἱ ἐν αὐτῷ ἀσπίδες καὶ αἱ ἐν αὐτῷ ἔχιδναι ἀτονώτεραι γίνονται ἀπὸ τῶν φαρμάκων τῶν φαρμακευόντων, οἶον παρὰ σοφοῦ Μωσῆ, παρὰ σοφοῦ Ἰησοῦ, παρὰ σοφῶν τῶν ἀγίων προφητῶν. μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν, ἂς οὐ νοοῦμεν· ἀλλὰ γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν, ἣν καὶ πιστεύομεν, ὅτι πᾶσα γραφὴ θεόπνευστος οὗσα ὠφέλιμός ἐστι. τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι θεόπνευστοι ἐπεὶ οὐκ εἰσιν ὀφέλιμοι, ὢς ὑπολαμβάνοι ἄν ὀ ἄπιστος· ἦ, ὡς πιστὸς, παραδέξασθαι ὅτι ἐπεί εἰσιν θεόπνευστοι ὠφέλιμοί εἰσιν. ἰστέον μέντοι γε ὅτι καὶ ἀνεπαισθήτως ἡμῶν πολλάκις γίνεται ἡ ὠφέλεια, οἶον πολλάκις τροφήν τινα διατασσόμεθα ἐσθίειν ὀξυδερκικὴν, καὶ οὐ δήπου ἐν τῷ ἐσθίειν αἰσθανόμεθα ὅτι ὠφελούμεθα τὸν ὀφθαλμὸν, ἀλλʼ ἠμέρας διαγενομένης δευτέρας καὶ τρίτης, ἡ ἀνάδοσις τῆς τροφῆς τῆς ὠφελούσης τὸν ὀφθαλμὸν ποιεῖ ἡμᾶς τῇ πείρᾳ πιστεῦσαι, ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα. ἀλλὰ καὶ ἐπʼ ἄλλων τροφῶν ὠφελουσῶν τινὰ μέλη τοῦ σώματος τοῦτο ἔστιν ἰδεῖν. οὗτω τοίνυν πίστευε καὶ περὶ τῆς θείας γραφῆς, ὅτι ὠφελεῖταί σου ή ψυχὴ, κἂν μὴ ὁ νοῦς τὸν καρπὸν λαμβάνῃ τῆς ὠφελείας τῆς ἀπὸ τῶν γραμμάτων, ἐκ μόνης ψιλῆς τῆς ἀναγνώσεως. τὰ γὰρ ἐν ἡμῖν ἐπᾴδεται, καὶ τὰ μὲν κρείττονα τρέφεται τὰ δὲ χείρονα καταργεῖται.