Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXVI.
Origen, Philocalia Πcρὶ το τίνα τά ἀγαθά καὶ τινα τά καὰ καὶ ὅτι ἐκ πρααπετικοῖ U+03F2 ταῦτα καὶ ἐ ἀπραιρέτῳ, καὶ κατὰ τήν το χρι U+03F2τοῦ διδα U+03F2καλιαν, ἀλλ ὀύχ ὡc Ἀρι U+03F2τοτέληο οιεται. ἐκ το τόΜοι το εἰ U+03F2 τὸκ Δ΄ ψαλμὸν, εἰ U+03F2 Πολλοὶ λέγου U+03F2ι· τί U+03F2 δείξει ὴμῖν τά ἀγαθά;
Not analysed yet
1. Πολλῆς παρὰ τοῖς ἀνθρώποις ζητήσεως τυγχανούσης περὶ τοῦ τίνα τά ἀγαθά καὶ τίνα τὰ κακά· καί τινων μὲν ἀπροαίρετα λεγόυτων εἶναι τά ἀγαθά καὶ τὰ κακὰ, ώσπερεὶ τήν τδοντν ἀγαθόν ἀποφαινομένων, κακὸν δὲ τὼ πονηρόν· ἑτέρων δὲ ἐν μόνοις προαιρετικοῖς κατακλειόντων τὰ ἀγαθὰ καὶ τὰ κακὰ, καὶ τὰς μὲν ἀρετὰς καὶ τὰς κατʼ αὐτὰς πράξεις μόνας ἀγαθὰ λεγόντων, τὰς δὲ κακίας καὶ τὰς κατὰ κακίαν ἐνεργείας κακά τρίτων δὲ ὄντων τῶν μιγνύντων, καὶ ἄμα ἐν προαιρετικοῖς καὶ ἀπροαιρέτοις λεγόντων εἶναι τά ἀγαθὰ καὶ τὰ κακά· εἰκότως ὑπό τῶν πιθανοτήτων περιελκόμενοι οἱ πολλοὶ τῶν πιστευόντων φιλομαθοῦντες εἰς τὸν περὶ ἀγαθῶν τόπον λέγοιεν ἅν τό· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ὅτι μὲν οὖν ἐν προαιρετικοῖς ἐστὶν ἠ τῶν ἀγαθῶν φύσις, πᾶς ὁστισοῦν ἀποδεχόμενος τὸν περὶ κρίσεως τόπον ἀδιστάκτως ὁμολογήσαι ἄν· ἀγαθὸν γάρ φησιν εἶναι ἐφʼ ᾧ ἀκούσεταί τις τό· Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστέ· ἐπὶ ὀλίγα ἤς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· ἀγαθὸν δὲ καὶ τὸ ἀπὸ τοῦ ἀγαθοῦ ἀνθρώπου ἐκ τῆς καρδίας αὐτοῦ προφερόμενον, ώς ὀ σωτήρ φησιν· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά. καὶ ἀπαξαπλῶς πᾶς καρπὸς δένδρου ἀγαθοῦ προαιρετικός ὥν ἀγαθόν ἐστιν· ὡς ἀγάπη καὶ εἰρήνη καὶ χαρὰ καὶ μακροθυμία, χρηστότης τε καὶ ἀγαθωσύνη καὶ πίστις καὶ πραύτης καὶ ἐγκράτεια· τὰ δὲ ἐναντία τούτοις κακά. εἰ δὲ καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν ἔστι τι ἀγαθὸν καὶ κακὸν, καὶ ἐν ἀπροαιρέτοις ζητητέον· κᾶν ἢ δέ τι ἀγαθὸν ἢ κακὸν ἐν ἀπροαιρέτοις, ὡς ὑστερον ἐξετάσαντες τάχα δείξομεν. ἀλλʼ οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προαιρετικοῖς τὰ ἀπροαίρετα λεγόμενα ἀγαθά ἂν εἶη καὶ κακά· ἐκεῖνοι γὰρ οἶονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ φυχῆν, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ὁμοίως δὲ καὶ τῶν κακῶν· καὶ περὶ φυχὴν μὲν, ἀρετὴν καὶ τάς κατʼ ἀρετήν πράξεις. κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις· περὶ σῶμα δὲ, ὑγείαν καὶ εὐεξίαν καὶ κάλλος, ἢ νόσον καὶ καχεξίαν καὶ αἶσχος· περὶ τὰ ἐκτὸς δὲ, πλοῦτον καὶ εὐγένειαν καὶ δόξαν, ἦ πενίαν καὶ δυσγένειαν καὶ ἀδοξίαν.