Ancient Greek · ~10 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXV.
Origen, Philocalia 4-13
Not analysed yet
4. Τούτων οὖν καὶ τοιούτων ἄν λεχθησομένων, σὠζεται καὶ τό· Εὐγε, ἀγαθὲ δοῦλε καὶ πιστὲ· ἐπὶ ὀλίγα ἠς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἶσελθε εἰς τὴν χαράν τοῦ κυρίου σου· καὶ πᾶς ἔπαινος. σώζεται δὲ καὶ τό εὺλογον τοῦ· Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου εἰς τράπεζαν. οὐτω δὲ σωθήσεται μόνως τὰ δικαίως λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν· Δεῦτε πρός με οἱ εύλογημένοι τοῦ πατρός μου. κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖνβασιλείαν ἀπὸ καταβολῆς κόσμου· ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τά ἔξῆς· πρὸς δὲ τούς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπʼ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· καὶ τά ἔξῆς. ἀλλά καὶ εἴπερ τό· Ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ· καὶ τό· Ὀ ἀφορίσας με ἐκ κοιλίας μητρός μου· ἀνάγκην τινὰ περιεῖχε, πῶς ἄν εὐλόγως ἔφασκε τό· 'Yποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἁλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· καὶ τό· Οὐαὶ γάρ μοί ἐστιν ἐάν μὴ εὐαγγελίζωμαι; σαφῶς γὰρ ἐκ τούτων παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ τὸ σῶμα καὶ ἐδουλαγώγει οἷόν τε ἢν αὐτὸν ἄλλοις κηρύξαντα ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν ἢν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο. μήποτε οὖν σὺν τούτοις ἀφώρισεν αὐτὸν ὁ θεὸς ἐκ κοιλίας μητρὸς, καὶ ἀφώρισεν αὐτόν εἰς εὐαγγέλιον θεοῦ, σὺν τῷ ἑωρακέναι τήν αἰτίαν τοῦ δικαίου ἀφορισμοῦ, ὅτι ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἁλλοις κηρύξας αὐτός ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδώς οὐαὶ αὐτῷ ἔσεσθαι ἐάν μή εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τό μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὑς ἐσιώπα ἀλλʼ εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἐώρα ὁ ἀφορίζων αὐτόν ἐκ κοιίας μητρὸς αὐτοῦ καὶ ὀ ἀφορίζων αὐτὸν εἰς τὸ ἑαυτοῦ εὐαγγέλιον, ὅτι ἐν κόποις ἔσται περισσοτέρως, ἐν φυλακαῖς περισσευόντως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Tουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν λήφεται, τρὶς ῥαβδισθήσεται, ἅπαξ λιθασθήσεται· καὶ τάδε τινά πείσεται καυχώμενος ἐν ταῖς θλίφεσι καὶ εἰδώς ὅτι ἠ θλίφις ὑπομονὴν κατεργάζεται καὶ ὑπομένων. διὰ ταῦτα δὲ ἄξιον ἢν αὐτὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτόν ἐκ κοιλίας μητρὸς αὐτοῦ. καὶ ἀφωρίζετο εἰς εὐαγγέλιον θεοῦ οὐ διὸ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ ὑπὲρ τὰς τῶν μὴ τοιούτων φύσεις, ἀλλὰ διὼ τὸς προεγνωσμνας μὲν πρότερον πράξεις ὑστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπὸ τοῦ φαλμοῦ ῥητόν οὐκ ἦν εὔκαιρον, παρεκβατικόν γὰρ ἢν· διὸ εἰς τὴν οἰκείαν τάξιν θεοῦ διδόντος ἀποδοθήσεται, ὅταν τὸν φαλμόν διηγώμεθα. ἀρκέσει δὲ καὶ ταῦτα πεπλεονασμένα εἰς τὸ Ἀφωρισμένος.