Ancient Greek · ~19 min
Book pr, Chapter pr
Origen, Philocalia Τάδε ἔνεστιν ἐν τῇδε τῇ βίβλῳ..1
Not analysed yet
ά. Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆς, καὶ πῶς ταύτην ἀναγνωστέον καὶ νοητέον, τίς τε ὁ τῆς ἐν αὐτῇ ἀσαφείας λόγος, καὶ τοῦ κατὰ τὸ ῥητὸν ἔν τισιν ἀδυνάτου ἢ ἀλόγου. β΄. Ὅτι κέκλεισται καὶ ἐσφράγισται ἡ θεία γραφή. γ΄. Διὰ τί κβ΄ τὰ θεόπνευστα βιβλία. δ΄. Περὶ σολοικισμῶν καὶ εὐτελοῦς φράσεως τῆς γραφῆς. ε΄. Τίς ἡ πολυλογία, καὶ τίνα τὰ πολλὰ βιβλία· καὶ ὅτι πᾶσα ἡ θεόπνευστος γραφὴ ἔν βιβλίον ἐστίν. ς΄. Ὅτι ἓν ὄργανον θεοῦ τέλειον καὶ ἡρμοσμένον πᾶσα ἡ θεία γραφή. ζ΄. Περὶ τοῦ ἰδιώματος τῶν προσώπων τῆς θείας γραφῆς. η΄. Περὶ τοῦ μὴ δεῖν τὰ σολοικοειδῆ καὶ μὴ σώζοντα τὴν κατὰ τὸ ῥητὸν ἀκολουθίαν ῥητὰ τῆς γραφῆς ἐπιχειρεῖν διορθοῦσθαι, πολὺ τοῖς συνιέναι δυναμένοις τὸ τῆς διανοίας ἀκόλουθον σὥζοντα. θ΄. Τίς ὁ λόγος τοῦ τὴν θείαν γραφὴν τῷ αὐτῷ ὀνόματι κατὰ διάφορα σημαινόμενα κεχρῆσθαι πολλάκις καὶ ἐν τῷ αὐτῷ τόπῳ. ι΄. Περὶ τῶν ἐν τῇ θείᾳ γραφῇ δοκούντων ἔχειν τι λίθου προσκόμματος καὶ πέτρας σκανδάλου. ια΄. Ὅτι χρὴ πάσης τῆς θεοπνεύστου γραφῆς τὸ τρόφιμον διώκειν, καὶ τὰ ὑπὸ τῶν αἱρετικῶν ταρασσόμενα ῥητὰ δυσφήμοις ἐπαπορήσεσι μὴ ἀποτρέπεσθαι μηδὲ ὑπερηφανεῖν, ἀλλὰ καὶ αὐτῶν μεταλαμβάνειν τῆς ἐν ἀπιστίᾳ ταραχῆς ἐκτός. ιβ΄. Πρὸς τὸ μὴ ἐκκακεῖν ἐν τῇ ἀναγνώσει τῆς θείας γραφῆς τὸν μὴ συνιέντα τὸ σκοτεινὸν τῶν ἐν αὐτῇ αἰνιγμάτων καὶ παραβολῶν. ιγ΄. Πότε καὶ τίσι τὰ ἀπὸ φιλοσοφίας μαθήματα χρήσιμα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν, μετὰ γραφικῆς μαρτυρίας. ιδ΄. Ὅτι τοῖς θέλουσι μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας γραφὰς ἀναγκαιότατά ἐστι τὰ ἁρμόζοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικὰ, ὦν ἄνευ ἀκριβείας σημαινομένων οὐ δύναται ὃν δεῖ τρόπον παρίστασθαι. ιε΄. Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους τὸ εὐτελές τῆς τῶν θείων γραφῶν φράσεως διασύροντας, καὶ τὰ ἐν χριστιανισμῷ καλὰ βέλτιον παρʼ Ἕλλησιν εἰρῆσθαι φάσκοντας· καὶ προσέτι δυσειδές τὸ τοῦ κυρίου σῶμα λέγοντας· καὶ τίς ὁ λόγος τῶν διαφόρων τοῦ λόγου μορφῶν. ις΄. Περὶ τῶν διαβαλλόντων τὸν χριστιανισμὸν διὰ τὰς ἐν τῇ ἐκκλησίᾳ αἱρέσεις. ιζ΄. Πρὸς τοὺς λέγοντας τῶν φιλοσόφων μηδέν διαφέρειν τῷ παρʼ Ἕλλησι φερομένῳ ὀνόματι τὸν ἐπὶ πᾶσι θεὸν καλεῖν Δία· ἢ τῷ δεῖνα, φέρε εἰπεῖν, παρʼ Ἰνδοῖς· ἢ τῷ δεῖνα παρʼ Aἰγυπτίοις. ιη΄. Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους πάντα ἐπαγγελλομένους εἰδέναι, καὶ αἰτιωμένους τὸ ἀνεξέταστον τῆς τῶν πολλῶν ἐν χριστιανισμῷ πίστεως· καὶ ὡς προτιμώντων τῆς ἐν βίῳ σοφίας τὴν μωρίαν· καὶ ὅτι οὐδεὶς σοφὸς ἢ πεπαιδευμένος μεμαθήτευται τῷ Ἰησοῦ· ἀλλʼ ἢ ναῦται καὶ τελῶναι πονηρότατοι ἠλιθίους καὶ ἀναισθήτους, ἀνδράποδά τε καὶ γύναια καὶ παιδάρια ὑπάγοντες τῷ κηρύγματι. ιθ΄. Ὅτι ἡ εἰς τὸν κύριον ἡμῶν πίστις, μηδέν κοινὸν ἔχουσα πρὸς τὴν ἄλογον τῶν ἐθνῶν δεισιδαίμονα πίστιν, ἐπαινετὴ τέ ἐστι καὶ ταῖς ἀρχῆθεν κοιναῖς ἐννοίαις συναγορεύει· καὶ πρὸς τοὺς λέγοντας πῶς ἐκ θνητοῦ σώματος ὄντα τὸν Ἰησοῦν θεὸν νομίζομεν. κ΄. Πρὸς τοὺς λέγοντας μὴ διά τὸν ἄνθρωπον ἀλλὰ διὰ τὰ ἄλογα ζῶα γεγονέναι τὸν ἅπαντα κόσμον καὶ τοὺς ἀνθρώπους· ἐπεὶ ἀπονώτερον ἡμῶν τῶν ἀνθρώπων τὰ ἄλογα ζῆ· καὶ ὅτι σοφώτερα ἡμῶν ὄντα θεοφιλῆ τέ ἐστι καὶ ἔννοιαν ἔχει θεοῦ καὶ προγινώσκει τὰ μέλλοντα. ἐν οἶς καὶ κατὰ μετεμψυχώσεως, καὶ περὶ οἰωνιστικῆς καὶ τῆς κατʼ αὐτὴν ἀπάτης. κα΄. Περὶ αὐτεξουσίου καὶ τῶν δοκούντων τοῦτο ἀναιρεῖν ῥητῶν γραφικῶν ἐπίλυσις καὶ ἑρμηνεία· ἅτινά ἐστι ταῦτα· α΄. Εἰς τὸ Ἐσκλήρυνε Κὑριος τὴν καρδίαν Φαραώ. β΄. Εἰς τὸ Ἐξελῶ αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωσιν. γ΄. Εἰς τὸ Ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες ἀκούσωσι καὶ μὴ συνιῶσι, μήποτε ἐπιστρέψωσι καὶ ἀφεθῇ αὐτοῖς. δ΄. Εἰς τὸ Οὐ τοῦ θέλοντος οὐδέ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. ε΄. Εἰς τὸ Καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐκ τοῦ θεοῦ ἐστίν ς΄. Εἰς τὸ Ἅρʼ οὖν ὄν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. κβ΄. Τίς ἡ τῶν ἐπὶ γῆς λογικῶν ἤτοι ἀνθρωπίνων ψυχῶν διασπορὰ ἐπικεκρυμμένως δηλουμένη ἐκ τῆς οἰκοδομῆς τοῦ πύργου καὶ τῆς κατʼ αὐτὴν συγχύσεως τῶν γλωσσῶν. ἐν ᾧ καὶ περὶ πολλῶν κυρίων ἐπιτεταγμένων τοῖς διασπαρεῖσι κατὰ ἀναλογίαν τῆς καταστάσεως. κγ΄. Περὶ εἱμαρμένης, καὶ πῶς προγνώστου ὄντος τοῦ θεοῦ τῶν ὑφʼ ἑκάστου πραττομένων τὸ ἐφʼ ἡμῖν σώζεται. καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσι θείαις τὰ σημεῖα ἔκκειται· καὶ τίς ἡ τούτων αἰτία. ἐν ᾧ καὶ Κλήμεντος ἐπισκόπου Ῥώμης ἐν τῷ πρὸς τὸν πατέρα ἐν Λαοδικείᾳ λόγῳ ἀναγκαιότατόν τι θεώρημα, ἐν οἶς δοκεῖ ἀληθεύειν ἡ ἀστρολογία. κδʼ Ὅτι οὐκ ἀγένητος οὐδὲ κακῶν αἰτία ἡ ὕλη. κε΄, Ὅτι ὁ ἐκ προγνώσεως ἀφορισμὸς οὐκ ἀναιρεῖ τὸ αὐτεξούσιον. κς΄. Περὶ ἀγαθῶν καὶ κακῶν, καὶ ὅτι ταῦτα ἐν προαιρετικοῖς καὶ ἐν ἀπροαιρέτῳ καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν· ἀλλʼ οὐχ ὡς Ἀριστοτέλης οἴεται. κζ΄. Εἰς τὸ Ἐσκλήρυνε Κύριος τὴν καρδίαν Φαραὼ.