Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, I.
Origen, Philocalia 1
Not analysed yet
1. Ἐπεὶ περὶ τηλικούτων ἐξετάζοντες πραγμάτων, οὐκ ἀρκούμενοι ταῖς κοιναῖς ἐννοίαις καὶ τῇ ἐναργείᾳ τῶν βλεπομένων, προσπαραλαμβάνομεν εἰς τήν φαινομένην ἡμῖν ἀπόδειξιν τῶν λεγομένων μαρτύρια τὰ ἐκ τῶν πεπιστευμένων ἡμῖν εἶναι θείων γραφῶν, τῆς τε λεγομένης παλαιᾶς διαθήκης καὶ τῆς καλουμένης καινῆς, λόγῳ τε πειρώμεθα κρατύνειν ἡμῶν τὴν πίστιν, καὶ οὐδέπω περὶ τῶν γραφῶν ὡς θείων διηλέχθημεν· φέρε καὶ περὶ τούτων ὀλίγα ὡς ἐν ἐπιτομῇ διαλάβωμεν, τὰ κινοῦντα ἡμᾶς ὡς περὶ θείων γραμμάτων εἰς τοῦτο παρατιθέμενοι. καὶ πρῶτόν γε τοῦ ἀπʼ αὐτῶν τῶν γραμμάτων καὶ τῶν ἐν αὐτοῖς δηλουμένων ῥητοῖς χρήσασθαι, περὶ Μωσέως καὶ Ἰησοῦ Χριστοῦ, τοῦ νομοθέτου τῶν Ἑβραίων καὶ τοῦ εἰσηγητοῦ τῶν κατὰ χριστιανισμὸν σωτηρίων δογμάτων, ταῦτα διαληπτέον. πλείστων γάρ ὅσων νομοθετῶν γεγανημένων ἐν Ἕλλησι καὶ βαρβάροις, καὶ διδασκάλων δόγματα καταγγελλόντων ἐπαγγελλόμενα τὴν ἀλήθειαν, οὐδένα ἱστορήσαμεν νομοθέτην ζῆλον ἐμποιῆσαι δεδυνημένον τοῖς λοιποῖς ἔθνεσι περὶ τοῦ παραδέξασθαι τοὺς λόγους αὐτοῦ· πολλήν τε παρασκευήν τήν μετὰ τῆς δοκούσης ἀποδείξεως λογικῆς εἰσενεγκαμένων τῶν περὶ ἀληθείας φιλοσοφεῖν ἐπαγγελλομένων, οὐδεὶς δεδύνηται τήν νομισθεῖσαν αὐτῷ ἀλήθειαν ἔθνεσι διαφόροις ἐμποιῆσαι, ἢ ἑνός ἔθνους ἀξιολόγοις πλήθεσι. καίτοιγε ἐβούλοντο ἂν καὶ οἱ νομοθέται κρατῦναι τοὺς φανέντας νόμους εἶναι καλοὺς εἰ δυνατὸν παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, οἵ τε διδάσκαλοι ἐπινεμηθῆναι ἣν ἐφαντάσθησαν εἶναι ἀλήθειαν πανταχοῦ τῆς οἰκουμένης. ἀλλʼ ὡς οὐ δυνάμενοι προσκαλέσασθαι τοὺς ἀπὸ τῶν ἑτέρων διαλέκτων καὶ τῶν πολλῶν ἐθνῶν ἐπὶ τήν τήρησιν τῶν νόμων καὶ τήν παραδοχήν τῶν μαθημάτων, τοῦτο ποιῆσαι οὐδὲ ἐπεβάλοντο τήν ἀρχὴν, οὐκ ἀφρόνως γε σκοπήσαντες περὶ τοῦ ἀδυνατου αὐτοῖς τὸ τοιοῦτον τυγχάνειν. πᾶσα δὲ Ἑλλὰς καὶ βάρβαρος ἡ κατὰ τὴν οἰκουμένην ἡμῶν ζηλωτάς ἔχει μυρίους, καταλιπόντας τοὺς πατρῴους νόμους καὶ νομιζομένους θεοὺς, τῆς τηρήσεως τῶν Μωσέως νόμων καὶ τῆς μαθητείας τὥν Ἰησοῦ Χριστοῦ λόγων· καίτοιγε μισουμένων μὲν ὑπὸ τῶν τά ἀγάλματα προσκυνούντων τῶν τῷ Μωσέως νόμῳ προστιθεμένων, καὶ τὴν ἐπὶ θανάτῳ δὲ πρὸς τῷ μισεῖσθαι κινδυνευόντων τῶν τὸν Ἰησοῦ Χριστοῦ λόγον παραδεξαμένων.