Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, IX.
Origen, Philocalia Τίϲ ὁ λόγοϲ τοῦ τὴν θείαν γραφὴν κατὰ διάφορα ϲημαινόμενα τῷ αὐτῷ ὀνόματι κεχρῆϲθαι πολλάκιϲ καὶ ἐν τῷ αὐτῷ τόπῳ. ἐκ τῆϲ πρὸϲ Ῥωμαίουϲ· τόμοϲ ἔννατοϲ· εἰϲ τό. Τί οὖν; ὁ νόμοϲ ἁμαρτία;
Not analysed yet
1. Οὐχ ὥσπερ ὄνομα ἕν ἐστι νόμος, οὕτω καὶ εἷς ὁ περὶ νόμου πανταχοῦ τῆς γραφῆς λόγος. διὸ καθʼ ἕκαστον χρὴ τόπον αὐτῆς ἐπιμελῶς ἐπιστήσαντα θεωρῆσαι, νῆν μὲν τί σημαίνεται ἐκ τῆς νόμος φωνῆς, νῦν δὲ τί χρὴ τὸ τοιοῦτον ἐννοεῖν. ἀλλὰ καὶ περὶ ἄλλων πλειόνων· ὁμώνυμοι γὰρ καὶ ἐπὶ ἄλλων εἰσὶ κατὰ τὴν γραφὴν φωναὶ, αἵτινες συγχέουσι τοὺς νομίζοντας ὅτι ὡς ὄνομα ἕν ἐστιν οὕτω καὶ τὸ σημαινόμενον ἓν, ὅπου ἂν τοῦτο ὀνομασθῇ. ὅτι δὲ ἡ νόμος φωνὴ οὐκ ἐπὶ τοῦ αὐτοῦ ἀλλʼ ἐπὶ πλειόνων τέτακται. τὰ πολλὰ παραλιπόντες καὶ δεόμενα κατασκευῆς, ἔχοντα ἀνθυποφορὰν λύσεως δεομένην, ἐκθησόμεθα τὰ πάνθʼ ὁντινοῦν δυσωπῆσαι δυνάμενα, ὡς τῆς νόμος φωνῆς κειμένης ἐπὶ πλειόνων· οἷον ἐπὰν ἐν τῇ πρὸς Γαλάτας λέγηται· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσί, γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοὺ ποιῆσαι αὐτά. σαφὲς ὅτι νόμος ὁ κατὰ τό γράμμα δηλοῦται Μωσέως, τὸ προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον τοῖς αὐτῷ ὑποκειμένοις. τό δʼ αὐτὸ δηλοῦται ἐν τῇ αὐτῇ ἐπιστολῇ καὶ ἐν τῷ· Ὁ νόμος γὰρ τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρι οὗ ἔλθῃ τὸ σπέρμα ᾦ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου· καὶ ἐν τῷ· Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. πάντες γὰρ υἱοὶ θεοῦ ἐστὲ διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. σημαίνεται καὶ ἡ παρὰ Μωσεῖ ἀναγςγραμμένη ἴστορία ἀπὸ τῆς νόμος φωνῆς, ὡς ἀπὸ τῆς αὐτῆς ἐπιστολῆς ἔστι λαβεῖν ἐκ τοῦ· Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἔνα ἐκ τῆς παιδίσκης καὶ ἔνα ἐκ τῆς ἐλευθέρας. ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατά σάρκα γεγέννηται, δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.