Ancient Greek · ~6 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, VIII.
Origen, Philocalia 3-3
Not analysed yet
3. Οὕτως οὖν καὶ ἐνθάδε, ὅτε ἔτι κλαίουσι καὶ δέονται πρὸς θεὸν, πληθυντικῶς λέγεται τό· Ἔκλαυσαν καὶ ἐδεήθησάν μου· ὅτε δὲ εὑρίσκουσι τόν θεὸν, οὐκέτι πληθυντικῶς φησὶ τό. Ἐκεῖ ἐλαλήθη πρός αὐτούς· ἀλλά· πρὸς αὐτόν. ἤδη γὰρ ἒν γεγόνασιν οἱ πολλοὶ ἐν τῷ εὑρηκέναι τὸν θεὸν καὶ ἐν τῷ ἀκούειν λόγον αὐτοῦ. ὄ γὰρ εἶς ὅτε ἁμαρτάνει πολλοστός ἐστιν, ἀποσχιζόμενος ἀπὸ θεοῦ καὶ μεριζόμενος καὶ τῆς ἑνότητος ἐκπεσών· οἱ δὲ πολλοὶ ταῖς ἐντολαῖς ἑπόμενοι ταῖς τοὺ θεοῦ εἶς εἰσί· καθὼς καὶ ὀ ἀπόστολος μαρτυρεῖ, εἰπών· Ὅτι εἶς ἄρτος καὶ ἔν σῶμα οἱ πολλοί ἐσμεν· καὶ πάλιν· Εἶς θεὸς καὶ εἶς χριστὸς καὶ μία πίστις καὶ ἓν βάπτισμα· καὶ ἀλλαχοῦ· Ὅτι οἱ πάντες ἔν ἐσμεν ἐν Χριστῷ Ἰησοῦ· καὶ αὗθις· Ἡρμοσάμην γὰρ ὑμᾶς τοὺς πάντας ἐνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι, τῷ κυρίῳ. καὶ ὅτι οἱ εὐαρεστοῦντες τῷ κυρίῳ ἕν εἰσιν, ἀπό τῆς προσευχῆς, ἧς ὁ σωτὴρ εὔχεται πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν αὐτοῦ, ἔστιν ἰδεῖν· Πάτερ γάρ, φησιν, ἅγιε, δὸς ἵνα καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν. ὅταν δὲ καὶ ἀλλήλων μέλη εἶναι λέγωνται οἱ ἅγιοι, τί ἄλλο εἰ μὴ ἓν σῶμά εἰσι; καὶ ἐν τῷ Ποιμένι δὲ τὴν οἰκοδομὴν τοῦ πύργου, διὰ πολλῶν μὲν λίθων οἰκοδομουμένην, ἐξ ἑνὸς δὲ λίθου φαινομένην εἶναι τὴν οἰκοδομὴν, τί ἄλλο ἢ τὴν ἐκ πολλῶν συμφωνίαν καὶ ἑνότητα σημαίνει ἡ γραφή;