Ancient Greek · ~11 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXIII.
Origen, Philocalia Ἔτι περὶ τοῦ αὐτοῦ ἐν τῷ Β΄ τόμῳ τῶμ κατὰ κέλϲογ ἐμ τούτοιϲ.
Not analysed yet
12. Ὁ μὲν Κέλσος οἴεται διὰ τοῦτο γίνεσθαι τὸ ὑπό τινος προγνώσεως θεσπισθὲν, ἐπεὶ ἐθεσπίσθη· ἡμεῖς δὲ τοῦτο οὐ διδόντες φαμὲν οὐχὶ τόν θεσπίσαντα αἴτιον εἶναι τοῦ ἐσομένου, ἐπεὶ προεῖπεν αὐτὸ γενησόμενον, ἀλλὰ τὸ ἐσόμενον, ἐσόμενον ἂν καὶ μή θεσπισθὲν, τὴν αἰτίαν τῷ προγινώσκοντι παρεσχηκέναι τοῦ αὐτὰ προειπεῖν. καὶ ὅλον γε τοῦτο ἐν τῇ προγνώσει τοῦ θεσπίζοντος αὐτό τυγχάνει· δυνατοῦ δὲ ὄντος τοῦδέ τινος γενέσθαι, δυνατοῦ δὲ καὶ μὴ γενέσθαι, ἔσται τὸ ἕτερον αὐτῶν τόδε τι. καὶ οὔ φαμεν ὅτι ὁ προγινώσκων, ὑφελὼν τὸ δυνατὸν εἶναι γενέσθαι καὶ μὴ γενέσθαι, οἱονεὶ τοιοῦτόν τι λέγει· τόδε πάντως ἔσται, καὶ ἀδύνατον ἑτέρως γενέσθαι. καὶ τό τοιοῦτο φθάνει ἐπὶ πᾶσαν τὴν περὶ τοῦ ἐφʼ τμῖν τινὸς πρόγνωσιν, εἴτε κατὰ τὰς θείας γραφὰς εἴτε κατὰ τὰς Ἑλλήνων ἱστορίας. καὶ ὁ καλούμενός γε παρὰ τοῖς διαλεκτικοῖς ἀργὰς λόγος, σόφισμα τυγχάνων, οὐκ ἔσται μὲν σόφισμα, ὅσον ἐπὶ τῷ Κέλσῳ, κατὰ δὲ τὸν ὑγιῆ λόγον σόφισμά ἐστιν. ἵνα δὲ τὸ τοιοῦτο νοηθῇ, ἀπὸ μὲν τῆς γραφῆς χρήσομαι ταῖς περὶ τοῦ Ἰούδα προφητείαις, ἢ τῇ τοῦ σωτῆρος τμῶν περὶ αὐτοῦ ὡς προδώσοντος προγνώσει· ἀπὸ δὲ τῶν Ἑλληνικῶν ἱστοριῶν τῷ πρὸς τὸν Λάῖον χρησμῷ, συγχωρῶν ἐπὶ τοῦ παρόντος εἶναι αὐτὸν ἀληθῆ, ἐπεὶ μὴ λυπεῖ τὸν λόγον. περὶ τοῦ Ἰούδα τοίνυν ἐν ἑκατοστῷ καὶ ὀγδόῳ λέγεται ἐκ προσώπου τοῦ σωτῆρος φαλμῷ, σὖ ἡ ἀρχή· Ὁ θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ if. στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη. καὶ τηρήσας γε τὰ ἐν τῷ φαλμῷ εἰρημένα εὑρήσεις ὅτι, ὡς προέγνωσται προδώσων τὸν σωτῆρα, οὕτω καὶ αἴτιος ὢν τῆς προδοσίας καὶ ἄξιος τῶν ἐν τῇ προφητείᾳ λεγομένων διὰ τὴν κακίαν αὐτοῦ ἀρῶν. τάδε γὰρ παθέτω, Ἀυθʼ ὧν, φησὶν, οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχόν. οὐκοῦν ἐδύνατο μνησθῆναι τοῦ ποιῆσαι ἔλεος καὶ μὴ καταδιῶξαι ὃν κατεδίωξε· δυνάμενος δὲ οὐ πεποίηκεν, ἀλλὰ προέδωκεν· ὥστε ἄξιος εἶναι τῶν ἐν τῇ προφητείᾳ κατʼ αὐτοῦ ἀρῶν. καὶ πρὸς Ἕλληνας δὲ χρησόμεθα τῷ εἰρημένῳ τοῦτον τὸν τρόπον πρὸς τὸν Λάϊον, εἴτε αὐταῖς λέξεσιν εἴτε τὸ ἰσοδυναμοῦν αὐταῖς ἀναγράψαντος τοῦ τραγικοῦ. λέγεται τοίνυν πρὸς αὐτὸν ἀπὸ τοῦ προεγνωκότος δὴ τὰ ἐσόμενα· Μὴ σπεῖρε παίδων ἄλοκα δαιμόνων βίᾳ· Εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φὺς, Καὶ πᾶς σὸς οἶκος βήσεται δι᾿ αἵματος. καὶ ἐν τούτῳ τοίνυν σαφῶς δηλοῦται ὅτι δυνατὸν μὲν ἧν τῷ Λαΐῳ μή σπείρειν παίδων ἄλοκα· οὐκ ἂν γὰρ τὸ μὴ δυνατόν προσέταξεν αὐτῷ ὁ χρησμός· δυνατὸν δὲ ἦν καὶ τὸ σπείρειν, καὶ οὐδέτερον αὐτῶν κατηνάγκαστο. τκολούθησε δὲ τῷ μὴ φυλαξαμένῳ σπεῖραι παίδων ἄλοκα παθεῖν ἐκ τοῦ ἐσπαρκέναι τὰ τῆς κατὰ Οἰδίποδα καὶ Ἰοκάστην καὶ τοὺς υἱοὺς τραγῳδίας.