Ancient Greek · ~4 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXIII.
Origen, Philocalia 11-7
Not analysed yet
11. Ἐπεὶ δὲ εἰρήκαμεν ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ θεὸς, ζητούμενόν τι ῥητὸν ἀπό τῆς Ἐξόδοῦ ὅρα εἰ δυνάμεθα οὔτω σαφηνίσαι· Τίς ἐποίησεν δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ κύριος ὁ θεός; ἵνα τὸν αὐτὸν τυφλόν καὶ βλέποντα πεποιηκὼς ἦ, βλέποντα μὲν τὰ ἐνεστηκότα τυφλὸν δὲ πρός τὰ μέλλοντα· τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. ὅτι μέντοι γε πολλῶν τῶν ἐφʼ μῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφʼ ἡμῖν ἐστὶ, καὶ ἡμεῖς ὁμολογήσομεν· ὦν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφʼ ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφʼ ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε τινὰ τῶν ἐφʼ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφʼ ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρʼ ἃ πράττομεν. εἰ δέ τις ζητεῖ τὸ ἐφʼ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος. μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀποδεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ θεοῦ μὴ εἶναι καταναγκαστικὴυ τῶν προεγνασμένων πάντας.