Ancient Greek · ~7 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XIV.
Origen, Philocalia Ὅτι τοῖc θέλουU+03F2ι μὴ cφάλλεcθαι περὶ τὴν άλήθειαν ἐν τῷ νοεῖν τὰc θείαc γραφάc ἀναγκαιότατ ἐcτι τὰ ἂρμόζοντα εἰc τὴν χρῆU+03F2ιν εἰλέναι λογικὰ, ὧν ἀνευ ριβειαU+03F2 U+03F2ημαινομένων οὐ λύνατα ὅ λεἴ τρόπον παρίcταcθαι. γ΄ τόμο τῶν εἱc τὴν γένεU+03F2ιν.
Not analysed yet
1. Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐτοὺς ὁ θεός ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. ζητητέον δὲ εἰ ταὐτόν ἐστι τό. εἰς ἀρχὰς τῆς ἡμέρας τῷ· καὶ ἄρχειν τῆς ἡμέρας· καὶ τό· εἰς ἀρχὰς τῆς νυκτός τῷ ἀπὸ κοινοῦ ἂν νοηθέντι· καὶ ἄρχειν τῆς νυκτός. καὶ ὁ Ἀκύλας γὰρ τὸ ἀνάλογον ἐτήρησε, ποιήσας ἀντὶ μὲν τοῦ εἰς ἀρχάς, εἰς ἐξουσίαν· ἀντὶ δὲ τοῦ καὶ ἄρχειν, ἐξουσιάζειν. φασὶ δὲ, οἶς ἐμέλησε τῆς τῶν σημαινομένων ἐξετάσεως, ἐν τοῖς τόποις τοῖς ἔχουσι συζυγίαν προσηγοριῶν καὶ κατηγορημάτων, προύφίστασθαι τὰ τυγχάνοντα τῶν προσηγοριῶν, καὶ ἐπιγίνεσθαι κατηγορήματα παρὰ τὰς προσηγορίας. καὶ προσηγορίαν μὲν ἔχουσαν κατηγόρημά φασιν, οἶον τὴν φρόνησιν, κατηγόρημα δὲ εἶναι τὸ φρονεῖν· ὁμοίως προσηγορίαν τὴν σωφροσύνην, κατηγόρημα δὲ τὸ σωφρονεῖν. καὶ προῦφίστασθαί φασι τὴν φρόνησιν, εἶτʼ ἐπιγίνεσθαι κατηγόρημα ἀπὸ φρονήσεως τὸ φρονεῖν. ταῦτα δὲ, εἰ καὶ δόξομέν τισι παρὰ τὸ βούλημα ποιεῖν τῆς γραφῆς, τετηρήκαμεν, ἐπεὶ ὁ μὲν ποιῶν τοὺς φωστῆρας θεὸς ποιεῖ τὸν μὲν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, τὸν δὲ ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός· τίθεται δὲ αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ οὐκέτι εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τῆς νυκτὸς, ἀλλʼ εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. τὸ γὰρ τεταγμένως καὶ ἀκολούθως τῷ τεχνολογουμένῳ κατὰ τὸν τόπον προτετάχθαι τὰς προσηγορίας, εἶτ᾿ ἐπιφέρεσθαι τὰ κατηγορήματα, κεκίνηκεν ἡμᾶς μήποτε τὸ πρᾶγμα καὶ παρὰ τῷ θεράποντι νενόηται οὑτως ἔχον, καὶ μάλιστα ἐπεὶ καὶ ὁ κυριώτατα ἑρμηνεύειν φιλοτιμούμενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τό κατηγόρημα.