Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XIV.
Origen, Philocalia 2-10
Not analysed yet
2. Ἐπιστησάτω δʼ ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα ἢ φυσιολογούμενον ἦ θεολογούμινον, χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν λογικοῦ τόπον τρανουμένων, ὅν δεῖ τρόπον παρίστασθαι. τί γὰρ ἄτοπον ἀκούειν τῶν κυριολεκτουμένων ἐν ταῖς διαλέκτοις, καὶ ἐφιστάνειν ἐπιμελῶς τοῖς σημαινομένοις; ἔστι δὲ ὅπου παρὰ τὴν ἄγνοιαν τῶν λογικῶν μεγάλως περιπίπτομεν, μὴ καθαίροντες τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας καὶ καταχρήσεις καὶ κυριολεξίας καὶ διαστολάς· οἶον παρὰ τὸ ἀγνοεῖσθαι τὴν ὀμὡνυμον τῆς κόσμου προσηγορίας φωνὴν, ἐκπεπτώκασιν ἐπὶ τὸ ἀσεβέστατα φρονεῖν περὶ τοῦ δημιουργοῦ οἱ μὴ καθάραντες ἐπὶ τίνων κεῖται τό· Ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται· ὅτι ἀντὶ τῶν περιγείων καὶ τῶν ἀνθρωπίνων τοῦτο οὕτως ἐκεῖ τῷ Ἰωάννῃ εἴρηται. οἰηθέντες γὰρ κόσμον κατʼ αὐτὴν τὴν λέξιν σημαίνεσθαι τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς, θρασύτατα καὶ ἀνοσιώτατα ἀποφαίνονται περὶ θεοῦ· μηδαμῶς ἔργῳ δεικνύναι δυνάμενοι, πῶς ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τὰ οὕτω τεταγμένως κινούμενα, κεῖται ἐν τῷ πονηρῷ. εἶτα ἐὼν προσαγάγωμεν αὐτοὺς ἐκ τοῦ. Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὅτι κόσμος ἔνθα ἡ ἁμαρτία πλεονάζει κατὰ ταύτας τάς λέξεις λέγεται, τουτέστιν ἐν τοῖς περιγείοις τόποις· εὐγνωμονοῦντες μὲν προσήσονται τὰ λεγόμενα, φιλονεικοῦντες δὲ, ἠλιθίως ἀναστρεφόμενοι, ἐπιμενοῦσι τοῖς ἅπαξ κριθεῖσι μοχθηροῖς, διὰ τὴν ἄγνοιαν τῆς ὁμωνυμίας. πάλιν τε αὖ ἐὰν λέγηται· Θεὸς ἢν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ· οὐκέτι δυνήσονται ὃ ἐξειλήφασι περὶ παντὸς τοῦ κόσμου, τουτέστι περὶ τῶν ἐν ὅλῳ τῷ κόσμῳ, μάλιστα κατὰ τὰς ὑποθέσεις αὐτῶν δεῖξαι· καὶ κατʼ αὐτοὺς γὰρ ἀνάγκη τὴν λέξιν ὡς ὁμώνυμον ἐξετάζεσθαι. καὶ παρὰ τὴν ἀμφιβολίαν δὲ μοχθηρῶν ἐκδοχῶν, καὶ παρὰ τὴν διαστολὴν τῶν στιγμῶν καὶ ἄλλων δὲ μυρίων, παραδείγματα ἔστι φιλοτιμησάμενον οὐκ ὀλίγα λαβεῖν. ταῦτα δὲ παρεξέβημεν, ἴνα δείξωμεν ὅτι καὶ καθʼ ἡμᾶς τοὺς θέλοντας μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας γραφὰς ἀναγκαιότατά ἐστι τὰ πίπτοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικά· ὧν καὶ νῦν ἐδεήθημεν εἰς τὸ εὑρεῖν τὴν διαφορὰν τῶν λεγομένων γεγονέναι εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός.