Ancient Greek · ~11 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XXIII.
Origen, Philocalia 1-4
Not analysed yet
Περὶ εἱμαρμένηϲ καὶ πῶϲ προγνώϲτου ὄντοϲ το θεοῦ τῶν ὑφ᾿ ἑκάϲτου πραττομένων τὸ ἐφ ἡμῖν ϲώζεται. καὶ τίνα τπόπον οἱ ἀϲτέρεϲ οὐκ εἰϲὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποιϲ, ϲημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρςπο πεπὶ τούτων γνῶϲιν ἀκριβῶϲ ἔχειν οὐ δύνανται, ἀλλὰ δυνὰμεϲι θείαιϲ τὰ ϲημεῖα ἔκκειτσγ καὶ τίϲ ή τούτων αίτία. τομου τρίου τῶν εἰϲ τήν γένεϲιν. “καὶ ἔϲτωϲαν είϲ ϲημεῖα καὶ εῖϲ καιροὺϲ καὶ εἰϲ ἡμέραϲ καὶ εἰϲ ἐνιαυτούϲ.” 1. Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας, οὐκ ἄλλους ἡλίου καὶ σελήνης καὶ τῶν ἀστέρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἐστὶ διαλαβεῖν· οὐ μόνον πολλῶν ἐθυῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς, καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον, τάχα δὲ καὶ ἀλόγων ζώων· ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων μὴ ὅρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα, καὶ dμήχανον ἄλλως γενέσθαι ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτελοῦσιν. ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφʼ ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον καὶ ψόγον καὶ πράξεις ἀποδέκτας πάλιν τε οὖ ψεκτάς. ἄπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ θεοῦ κρίσεως οἶχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς ήμαρτηκότας ὡς κολασθησομένους, τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γινόμενον. καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφʼ οἶς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται μάταιος, ἥ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία, κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς τοῦ θεοῦ διὰ Χριστοῦ ἐκκλησίας· εἰ μὴ ἄρα κατὰ τοὺς οὕτω τολμῶντας καὶ Χριστός, ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν ἀνειληφέναι γενόμενος, πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρός τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. οἶς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι. πυθοίμεθα δʼ ἂν αὐτῶν, τί ὁ θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἴνʼ οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι, ἕτεροι δὲ ἀγρίων ζώων κατάστασιν ἀνειληφότες, τῷ τὴν φορὰν τοῦ παντός τοιούτους αὐτούς πεποιηκέναι, διὰ τὸ τὸν θεὸν οὕτω κεκοσμηκέναι τὸ πἄν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν καὶ ἀνδροφονίαις καὶ πειρατείαις; καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις καὶ ἁμαρτανομένων ὑπʼ αὐτῶν, μυρίων ὅσων τυγχανόντων, οὔστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήματος, τῷ θεῷ προσγράφουσι πάντων τῶν κακῶς καὶ ψεκτῶς πραττομένων τὰς αἰτίας;