Ancient Greek · ~8 min
ΩΡΙΓΕΝΟYC ΦΙΛΟΚΑΛΙΑ, XV.
Origen, Philocalia 10-2
Not analysed yet
10. Εἷ νενόηται δὴ τὸ παράδειγμα, μεταβιβαστέον αὐτὸ ἐπὶ τὴν ποιότητα τῆς τῶν λογικῶν ζώων λογικῆς τροφῆς. καὶ ὅρα εἰ μὴ Πλάτων μὲν καὶ οἱ ληνῶν σοφοὶ, ἐν οἶς λέγουσι καλῶς, παραπλήσιοί εἰσι τοῖς προνοησαμένοις ἰατροῖς τῶν καθαριωτέρων εἶναι νομιζομένων μόνων, τοῦ πλήθους δὲ τῶν ἀνθρώπων καταφρονησάντων οἱ δὲ ἐν Ἰουδαίοις προφῆται καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ, οἱ μακρὰν χαίρειν εἰπόντες τῇ ποικίλῃ τῶν λέξεων συνθέσει καὶ τῇ, ὡς ὠνόμασεν ἡ γραφὴ, σοφίᾳ ἀνθρώπων καὶ σοφίᾳ κατὰ σάρκα, τὴν γλῶσσαν αἰνισσομένη, ὁμοιωθεῖεν ἂν τοῖς τὴν αὐτήν τῶν βρωμάτων ποιότητα ὑγιεινοτάτην προνοησαμένοις συνθέσει λέξεων σκευάσαι καὶ εὐτρεπίσαι φθανούσῃ ἐπὶ τὰ πλήθη τῶν ἀνθρώπων καὶ μὴ ξενιζούσῃ τὴν διάλεκτον αὐτῶν, μηδὲ διὰ τοῦ ξενισμοῦ ἀποστρεφούσῃ ἀκούειν ὡς ἀσυνήθων τῶν τοιῶνδε διαλέξεων. καὶ γὰρ εἴπερ πρόκειται τῷ, ἴνʼ οὕτως ὀνομάσω, λογικῷ βρώματι ἀνεξίκακον καὶ πρᾶον ποιῆσαι τὸν ἐμφαγόντα· πῶς οὐ βέλτιον συνεσκευασμένος εἶη ἂν λόγος ὁ πλήθη ἀνεξικάκων καὶ πράων κατασκευάζων ἢ προκοπτόντων γε ἐπὶ ταύτας τὰς ἀρετὰς, παρὰ τὸν πάνυ ὀλίγους καὶ εὐαριθμήτους, ἵνα καὶ τοῦτο δοθῇ, ἀνεξικάκους καὶ πράους ποιοῦντα; ὥσπερ δὲ εἰ ὀ τοὺς αἰγυπτιάζοντας ἢ τοὺς συριάζοντας ὠφελεῖν ὑγιέσι δόγμασιν ἐβούλετο Ἕλλην τυγχάνων· ,προενοήσατο ἂν μαθεῖν τὰς τῶν ἀκουσομένων διαλέκτους καὶ, ἐς Ἕλληνες ὀνομάζουσι, βαρβαρίζειν μᾶλλον ὑπὲρ τῆς Αἰγυπτίων καὶ Σύρων βελτιώσεως Ἕλλην μένων μηδὲν δύνασθαι χρήσιμον λέγειν Αἰγυπτίοις καὶ Σύροις· οὕτως ἡ προνοουμένη θεία φύσις οὐ τῶν πεπαιδεῦσθαι νομιζομένων μόνον τὰ Ἑλλήνων, ἀλλὰ καὶ τῶν λοιπῶν Ἑλλήνων, συγκατέβη τῇ ἰδιωτείᾳ τοῦ πλήθους τῶν ἀκροωμένων, ἴνα ταῖς συνήθεσιν αὐτοῖς χρησαμένη λέξεσι προκα- λέσηται ἐπὶ ἀκρόασιν τὸ τῶν ἰδιωτῶν πλῆθος, δυνάμενον ἐξ εὐχεροῦς μετὰ τήν ἅπαξ γενομένην εἰσαγωγήν φιλοτιμήσασθαι πρὸς τὸ καὶ βαθύτερα τῶν κεκρυμμένων νοημάτων ἐν ταῖς γραφαῖς καταλαβεῖν. καὶ τῷ τυχόντι γὰρ δῆλον ταύτας ἀναγινώσκοντι, ὅτι πολλὰ βαθύτερον τοῦ αὐτόθεν ἐμφαινομένου ἔχειν δύναται νοῦν, τοῖς ἀνατιθεῖσιν ἑαυτοὺς τῇ ἐξετάσει τοῦ λόγου φανερούμενον, καὶ φανερούμενον κατὰ τὴν ἀναλογίαν τῆς εἰς τὸν λόγον σχολῆς καὶ εἰς τὴν ἄσκησιν αὐτοῦ προθυμίας.